Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Ἐπιτομὴ τῶν δώδεκα προφητῶν
Προφήτης Αγγαίος
Περίληψη της προφητείας του Αγγαίου για την ανοικοδόμηση του ναού και τον ερχομό του Χριστού, μαζί με βιογραφικά στοιχεία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προφήτης Αγγαίος
Περίληψη της προφητείας του Αγγαίου για την ανοικοδόμηση του ναού και τον ερχομό του Χριστού, μαζί με βιογραφικά στοιχεία.
ΚΕΦΑΛΑΙΑ ΑΓΓΑΙΟΥ ΠΡΟΦΗΤΟΥ. αʹ. Ἀγανάκτησις Θεοῦ κατὰ τῶν ῥᾳθυμούντων τῆς οἰκοδομῆς τοῦ ναοῦ· καὶ διήγησις ὅσα αὐτοῖς ἐντεῦθεν συνέβη κακά, ὅσα δὲ καὶ συμβήσεται. βʹ. Ὑπακοὴ τῶν ἀρχόντων, αὐτοῦ τε τοῦ λαοῦ· καὶ σπουδὴ περὶ τὰ ἔργα τοῦ ναοῦ· καὶ τοῦ Θεοῦ πρὸς αὐτοὺς προσφώνησις, ἀνδρίζεσθαι καὶ θαῤῥεῖν, καὶ γινώσκειν τὸν Θεὸν αὐτὸν [αὐτῶν] ἐφιστάμενον ἔχοντας.
γʹ. Πρόῤῥησις τῶν ἐπὶ τοῦ σταυροῦ τοῖς στοιχείοις συμβησομένων· καὶ τῆς τῶν ἐθνῶν καρποφορίας, καὶ τῆς τοῦ νέου ναοῦ δόξης· καὶ τῆς εἰρήνης, ἥτις παρὰ τοῦ Χριστοῦ διὰ τοῦ σταυροῦ τοῖς εὐσεβοῦσι κατώρθωται.
δʹ. Κατηγορία Ἰουδαίων, ὡς οὔτε ἁγιαζομένων ταῖς θυσίαις, καὶ μιαινόντων ταῖς αὐτῶν πονηρίαις τοὺς ἐγγίζοντας· καὶ διήγησις ὧν αὐτοί τε καὶ οἱ καρποὶ τῆς γῆς διὰ τὴν τοῦ λαοῦ πονηρίαν ὑπέστησαν· καὶ τῆς ἐσομένης διὰ Χριστοῦ εὐλογίας ὑπόσχεσις.
εʹ. Πρόῤῥησις καταστροφῆς δαιμόνων, καὶ τῶν παρ’ ἐκείνων ἐνεργουμένων· προφητεία δὲ παρὰ [τε περὶ] Χριστοῦ, καὶ τὴν οἰκονομίαν τῆς σαρκὸς καὶ τῆς θεότητος μηνύουσα. Ἀγγαῖος ἑορτάζων ἑρμηνεύεται. Οὗτος ἐτέχθη εἰς Βαβυλῶνα, ἦν δὲ ἐκ φυλῆς Λευΐ· καὶ ἔτι νέος ὢν ἦλθεν ἀπὸ Βαβυλῶνος εἰς Ἱερουσαλήμ· καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσε· καὶ εἶδεν ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ· καὶ ἀποθανὼν ἐν Ἱερουσαλήμ, ἐτάφη πλησίον τάφου τῶν ἱερέων ἐνδόξως, ὡς αὐτοί, ἐπειδὴ καὶ αὐτὸς ἦν ἐκ γένους ἱερατικοῦ.
著作
文本
在新窗口中打开相关段落。