Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Ἰάκωβον καὶ τὸν Δαυίδ
Εισαγωγή και ρητορική αντιπαραβολή Βηθλεέμ και Σιών
Προοίμιο για τη συγκατάβαση του Χριστού και ρητορική σύγκριση των γεγονότων της Βηθλεέμ με τα γεγονότα της Σιών.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Εισαγωγή και ρητορική αντιπαραβολή Βηθλεέμ και Σιών
Προοίμιο για τη συγκατάβαση του Χριστού και ρητορική σύγκριση των γεγονότων της Βηθλεέμ με τα γεγονότα της Σιών.
Ἀνεγνώσθη Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ κυρίου, καὶ Δαυὶδ τὸν θεοπάτορα. Εἰ μὴ «ἐταπείνωσεν ἑαυτὸν γενόμενος» ὁ σωτὴρ ἡμῶν «ὑπήκοος μέχρι θανάτου», οὐκ ἂν οἰκέται συγγενεῖς ἐχρημάτιζον, οὐκ ἂν ὁ πηλὸς πατὴρ τοῦ κεραμέως ἐλέγετο. Ἐν τῇ Σιὼν τὴν Βηθλεὲμ ὡς παροῦσαν ἀσπάζομαι, ἐν τῇ θυγατρὶ τὴν μητέρα βλέπω. Ἐν σοὶ δᾳδοῦχος ἀστὴρ εἷς ἀνήφθη, ἐν ταύτῃ δὲ πολλοί.
Ἐκεῖνος τοὺς Μάγους ὡδήγησεν, αὕτη Πάρθους καὶ Μήδους καὶ Ἐλαμίτας καὶ τοὺς ἐξ ἐθνῶν πάντων τῷ φωτὶ τῆς ἀστραπῆς ἐδᾳδούχησε. Σὺ γάλα ἕλκεις ἐκ μασθῶν παρθενικῶν, αὕτη πνεῦμα ἐκ κόλπων κατάγει πατρικῶν. Σὺ τὸν ἄρτον ἐζύμωσας, ἀλλ᾽ ἡ Σιὼν δεῖπνον ἀνέδειξε. Σὺ τὸν μόσχον ἐπὶ τῆς φάτνης ἔθρεψας, ἀλλ᾽ ἡ Σιὼν εἰς τὸν βωμὸν ἀνήγαγε. Σὺ τὸν Ἰησοῦν ἐν τοῖς σπαργάνοις ἔκρυψας, αὕτη δὲ τῷ Θωμᾷ τὴν πλευρὰν βουληθέντι ψηλαφῆσαι ἐγύμνωσε. Σὺ παρθένον ἔχεις τίκτουσαν κεκλεισμένων τῶν ὀργάνων τῆς φύσεως, αὕτη παστάδα κεκλεισμένων τῶν θυρῶν ἔνδον τὸν νυμφίον δεχομένην καὶ ἔχουσαν.
著作
文本
在新窗口中打开相关段落。