«Ἕκαστος δὲ πειράζεται, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος.» Ὠδῖνες θανάτου αἱ τῶν ἁμαρτωλῶν ἐπιθυμίαι τυγχάνουσι. «Κατακαυχᾶται ἔλεος κρίσεως.» Ὥσπερ τὸ ἔλαιον ἐξολισθαίνειν τοὺς ἀθλητὰς τὰς χεῖρας τῶν ἀντιδίκων ποιεῖ, οὕτως ἡ ἐλεημοσύνη τοὺς ταύτης ἀσκουμένους ἐκκλίνειν καὶ ἀποφεύγειν παρασκευάζει τοὺς δαίμονας. «Τὴν δὲ γλῶσσαν οὐδείς.» Καθάπερ γὰρ ἡ ῥομφαία ἑτοιμοτέρα πρὸς τομήν, ἂν ἀκονηθῇ, καὶ ὀξυτέρα πρὸς ἀναίρεσιν γίνεται, οὕτως ἡ γλῶσσα δυσχερής, καὶ καθ’ ἑαυτὴν εἰς τὸ ἠρεμεῖν τυγχάνουσα καὶ δυσκάθεκτος, τότε χαλεπωτέρα γίνεται, ὅταν παρὰ τῶν πονηρῶν συκοφαντεῖν καὶ λοιδορεῖν καὶ διαβάλλειν ἐθίζηται. «Ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου.» Μακάριον ἐνώπιον Θεοῦ ταπεινοῦσθαι. Φησὶ γὰρ ὁ Ἰάκωβος·