Φησὶ γὰρ ὁ Δαβίδ· Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. «Ἄγε νῦν, οἱ πλούσιοι.» Προλέγει τὴν τιμωρίαν, διὰ φιλανθρωπίαν, ἵνα μετανοήσαντες ἔξω γένοιντο τῶν ἀπειλουμένων. «Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾷν.» Ἐνταῦθα τὸ Τίς; οὐχ ὡς ἀποροῦντος τοῦ προφήτου κεῖται, ἀλλὰ μακαρίζοντος, καὶ μᾶλλον προτρέποντος, ἴσως καὶ ἀποροῦντος. Οἱ γὰρ πολλοὶ οὐ θέλουσι τὴν ὄντως ζωὴν ὑπὸ τῆς τοῦ προσκαίρου δελεαζόμενοι, οὐδὲ ἰδεῖν ἀγαπῶσιν ἡμέρας ἀγαθὰς τὰς τοῦ μέλλοντος τῇ κατὰ τὸν παρόντα βίον εὐημερίᾳ προσέχοντες. «Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν.» Ῥητὰ προκείμενα· Ἔλεος καὶ ἀλήθειαν αὐτῶν τίς ἐκζητήσει; Τίς γὰρ αὐτοῦ τὴν φιλανθρωπίαν καταλαβεῖν, ἢ τίς λογιστεῦσαι τὴν ἀλήθειαν δύναται; Ἀπὸ μὲν γὰρ τῆς ἀληθείας ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο· διὰ δὲ τὴν φιλανθρωπίαν πόρνας καὶ τελώνας εἰς τὴν βασιλείαν εἰσήγαγεν.