Gad
«Γὰδ πειρατήριον πειρατεύσει αὐτόν, καὶ αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας.» πειρατήριον λέγει τὸ πονηρὸν συνέδριον τῶν ἀρχιερέων καὶ γραμματέων, οἵτινες ἐξεπείραζον τὸν σωτῆρα ποικίλοις πειρασμοῖς, βουλόμενοι ἀφορμὴν εὑρεῖν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. ὃς εἰδὼς τοὺς διαλογισμοὺς αὐτῶν ἀντεπείρασεν αὐτοὺς ἐν τῇ ἑαυτοῦ δικαιοσύνῃ καὶ ἐν τῇ ἰδίᾳ αὐτῶν ἁμαρτίᾳ τῷ θανάτῳ παρέδωκεν. ὡς καὶ ἐν τῷ εὐαγγελίῳ γέγραπται· «τότε προσῆλθον αὐτῷ τινες τῶν φαρισαίων λέγοντες· διδάσκαλε, εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; ὁ δὲ εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον. ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ἀπαγγελῶ ὑμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες· ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ· ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων, φοβούμεθα τὸν λαόν· πάντες γὰρ γινώσκουσιν τὸν Ἰωάννην, ὅτι ὄντως προφήτης ἐστίν. καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· οὐκ οἴδαμεν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.» καλῶς οὖν ὁ προφήτης εἴρηκε· «πειρατήριον πειρατεύσει αὐτὸν 〈καὶ αὐτὸς δὲ πειρατεύσει αὐτῶν〉 κατὰ πόδας».