Joseph
«Υἱὸς ηὐξημένος μου Ἰωσήφ, 〈υἱὸς εὐλογημένος μοι〉 ζηλωτός, υἱός μου νεώτατος, πρός με ἀνάστρεψον. εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων, καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθησαν νεῦρα βραχιόνων χειρῶν αὐτῶν, διὰ χεῖρα δυνάστου Ἰακώβ. ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ θεοῦ πατρός σου, καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμὸς καὶ ηὐλόγησέν σε, εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα· ἕνεκεν εὐλογίας 〈μαστῶν, καὶ μήτρας εὐλογίας〉 πατρός σου καὶ μητρός σου ὑπερίσχυσας 〈ἐπ᾽ εὐλογίαις ὀρέων μονίμων καὶ〉 ἐπ᾽ ἐπιθυμίαις θινῶν 〈ἀενάων〉· ἔσονται ἐπὶ κεφαλὴν Ἰωσὴφ καὶ ἐπὶ κορυφήν, ὧν 〈ἡγήσατο ἀδελφῶν〉.» Τὸν μὲν Ἰωσὴφ παρὰ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ πλουσίως ηὐλόγησεν, ἅτε δὴ ἐνορῶν τὰ δι᾽ αὐτοῦ προεικονιζόμενα 〈γενησόμενα〉 εἰς Χριστὸν μυστήρια· ὅθεν ὁ προφήτης εὐλογῶν οὐ τὸν Ἰωσήφ, ἀλλ᾽ οὗ τὸν τύπον ἔφερεν ὁ Ἰωσήφ. φησὶν γὰρ πρὸς αὐτόν· «Υἱὸς ηὐξημένος μοι Ἰωσήφ», ὅτι διὰ τοῦ κυρίου καὶ τελείου ὀνόματος ηὐξήθη ἐν τῷ κόσμῳ καὶ ἐπληθύνθη ἡ Χριστοῦ χάρις. «Υἱὸς εὐλογημένος μοι ζηλωτός», ἐπειδὴ γὰρ εὐλογημένος ἦν παρὰ τῷ θεῷ, παριὼν εἰς τὰ ἴδια οὐκ ἐγνώσθη, ἀλλ᾽ ἐζηλώθη καὶ ἐμισήθη. καὶ γὰρ ἡ γραφὴ λέγει· «ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι αὐτὸν ὁ πατὴρ φιλεῖ, ἐζήλωσαν αὐτὸν καὶ μᾶλλον προσέθεντο τοῦ μισεῖν αὐτόν».