Καὶ τὴν γνῶσιν ταύτην τὴν θαυμαστήν, οὐχ ἑτέρωθεν, ἀλλ’ ἐκ τῆς θεϊκῆς φωνῆς ἐξέμαθεν· ‘Ἀρσένιε’, γάρ φησι, ‘φεῦγε τοὺς ἀνθρώπους, καὶ σώζῃ’.
Μηδεὶς ἄνθρωπος τῶν ἀργῶν καὶ ἀγαπώντων τὰς συντυχίας ἀναιδευθῇ καὶ ἀναλύσῃ ταῦτα ἐν τῇ καταστροφῇ τῶν λόγων αὐτοῦ καὶ λαλήσῃ κατέναντι τούτων, ὅτι ἀνθρώπινον εὕρημά ἐστιν ἐν τῇ ἀφορμῇ τῆς ἡσυχίας εὑρεθέν· διότι διδαχή ἐστιν οὐράνιος. Καὶ ἵνα μὴ νομίσωμεν, ὅτι τοῦτο ἐρρέθη αὐτῷ τοῦ φυγεῖν καὶ ἐξελθεῖν ἐκ τοῦ κόσμου, ἀλλὰ μὴ ἐξίσης καὶ ἐκ τῶν ἀδελφῶν φυγεῖν, μετὰ τὸ καταλιπεῖν αὐτὸν τὸν κόσμον καὶ ἐλθεῖν καὶ οἰκῆσαι τὴν λαύραν, πάλιν ηὔξατο τῷ Θεῷ, πῶς καλῶς ζῆσαι δυνηθῇ· ‘Κύριε’, φησίν, ‘ὁδήγησόν με πῶς σωθῶ’, Καὶ ἐδόκει, ὅτι ἄλλο τι μέλλει ἀκοῦσαι. Καὶ φωνῆς δεσποτικῆς πάλιν ἤκουσεν ἐκ δευτέρου τῆς αὐτῆς· ‘Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε’. Καὶ ἐάν, φησί, πολὺ ὠφελῇ ἡ θέα καὶ ἡ ὁμιλία τῶν ἀδελφῶν, ἀλλ’ οὕτως οὐκ ὠφελεῖ σοι τὸ συντυχεῖν αὐτοῖς, ὡς τὸ φυγεῖν ἐξ αὐτῶν.