ΕΠΙΣΤΟΛΗ Βʹ ΠΡΟΣ ΤΟΝ ΑΔΕΛΦΟΝ ΦΥΣΙΚΟΝ ΚΑΙ ΠΝΕΥΜΑΤΙΚΟΝ ΠΡΟΤΡΕΠΟΜΕΝΟΝ ΚΑΙ ΠΑΡΑΚΑΛΟΥΝΤΑ ΕΝ ΓΡΑΜΜΑΣΙΝ ΕΝΔΗΜΗΣΑΙ ΠΡΟΣ ΑΥΤΟΝ, ΟΙΚΟΥΝΤΑ ΕΝ ΤΩι ΚΟΣΜΩι ΚΑΙ ΔΙΨΩΝΤΑ ΘΕΑΣΑΣΘΑΙ ΑΥΤΟΝ
Οὐχ ὡς αὐτὸς νομίζεις, ἡμεῖς δυνατοί ἐσμεν, ὦ μακάριε, καὶ ἴσως οὐ γινώσκεις τὴν ἀσθένειάν μου. Εὐχερὴς οὖν σοι ἡ ἀπώλειά μου, καὶ διὰ τοῦτο αἰτεῖς παρ’ ἐμοῦ ἀεί, ὡς ὑπὸ τῆς φύσεως κατακαιόμενος κατὰ τὴν συνήθειαν αὐτῆς, ὅπερ οὐκ ἔδει ἡμᾶς μεριμνῆσαι καὶ σὲ ἐρᾶν. Τοῦτο μὴ αἰτήσῃς παρ’ ἐμοῦ μόνον τὸ ἀναπαῦον τὴν σάρκα καὶ τὸ φρόνημα αὐτῆς, ὦ ἀδελφέ, ἀλλὰ τὴν σωτηρίαν τῆς ψυχῆς μου περιποίησαι.