Ἡμεῖς ἀεὶ τοῦτο προσευξώμεθα τῷ Κυρίῳ. Χριστὲ τὸ πλήρωμα τῆς ἀληθείας ἀνατειλάτω ἡ ἀλήθειά σου ἐν ταῖς καρδίαις ἡμῶν καὶ κατὰ τὸ θέλημά σου γνῶμεν πορευθῆναι ἐν τῇ ὁδῷ σου.
Ὅτε λογισμός τις πονηρὸς ἐνσπαρεῖ σοι, εἴτε τούτων τῶν ἀπὸ μακρὰν ὄντων εἴτε τῶν προλήψεων, καὶ συνεχῶς δεικνύει ἑαυτὸν τῷ νοΐ, γνῶθι ἀληθῶς, ὅτι παγίδα κρύψει σοι· ἀλλ’ ἐξυπνίσθητι καὶ νῆφε ἐν καιρῷ. Εἰ δέ ἐστιν ἐκ τούτων τῶν τοῦ μέρους τῶν δεξιῶν καὶ τῶν ἀγαθῶν, γνῶθι ὅτι τρόπον τινὰ ζωῆς θέλει ὁ Θεὸς δοῦναί σοι, καὶ διὰ τοῦτο ἀεὶ ἔξωθεν τοῦ ἔθους κινεῖται ἐν σοί· ἐὰν δὲ σκοτεινὸς λογισμὸς ᾖ καὶ διστάζῃς ἐν αὐτῷ, ὅτι οὐ δύνῃ τηλαυγῶς φθάσαι, ἐάν τε οἰκεῖος ἢ κλέπτης ᾖ, ἢ ἀντιλήπτωρ ἢ ἐνεδρευτής, ὃς ἐν σχήματι ἀγαθῷ ἐκρύβη, ἐν εὐχῇ ἐκτενεῖ καὶ ὀξυτάτῃ, νυκτὸς καὶ ἡμέρας, ἐν ἀγρυπνίᾳ πολλῇ παρασκευασθῶμεν κατ’ αὐτοῦ. Μὴ ὠθήσῃς αὐτόν, μηδὲ συμφωνήσῃς αὐτῷ, ἀλλ’ εὐχὴν ἐν σπουδῇ καὶ θερμότητι ποίησον ὑπὲρ αὐτοῦ. Καὶ μὴ σιωπήσῃς ἐπικαλέσασθαι τὸν Κύριον, καὶ αὐτὸς δεικνύει σοι αὐτὸν πόθεν ἐστίν.