ΥΠΑΤΙΩΙ
Ἔχει μὲν ἡ ἀρετὴ εὐφροσύνην εἰλικρινῆ καὶ ἔνδοξον καὶ ἀτελεύτητον, ὑπὸ μὲν τοῦ ἀγαθοῦ συνειδότος τικτομένην, ὑπὸ δὲ τῶν ὑπερκοσμίων στεφάνων τιθηνουμένην, καὶ ὑπὸ τῆς τῶν μελλόντων ἐλπίδος τρεφομένην· ἔχει δὲ καὶ πόνους καὶ ἀγρυπνίας καὶ ἀσκήσεις δι’ ὧν κατορθοῦται· οὐ γὰρ ὁ ῥᾳθυμῶν καὶ καθεύδων τρόπαιον στήσει, ἀλλ’ ὁ λαμπρῶς πρὸς τοὺς ἐναντίους ἀγωνισάμενος, Εἰ δὲ φαίης πάλιν, ὥσπερ οὖν καὶ ἔφης, οἷόν τε εἶναι τὸν τὰ βιωτικὰ πράγματα μεταχειριζόμενον στεφθῆναι, πάντα τὰ εἴδη τῆς ἀρετῆς κατορθώσαντα, καὶ σπουδάζων ἀλλὰ μὴ παίζων ἀκριβῶς ταῦτα φής, μὴ φθονήσῃς διδάξαι με τὸ παράδοξον τοῦτο καὶ νεώτερον μάθημα. Οὐδὲ γάρ, ῥᾳδίας καὶ πλατείας καὶ ἱππηλάτου οὔσης τῆς τοιαύτης ὁδοῦ, πράγματα βούλομαι αὐτός τε ἔχειν καὶ τοῖς ἄλλοις παρέχειν, λέγων τὸ ἀποστολικὸν ὅτι Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ γὰρ δεσπότης Χριστὸς ἀπεφήνατο στενὴν εἶναι τὴν πύλην καὶ τεθλιμμένην τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωήν, καὶ ὀλίγους εἶναι τοὺς εὑρίσκοντας αὐτήν. Ἀλλὰ γὰρ τοῦτο οὐ δύναμαι μαθεῖν· οὐ γὰρ ἐᾷς σύ, καὶ δι’ ὧν λέγεις καὶ δι’ ὧν πράττεις, ἀντιφθεγγόμενος ταύτῃ τε τῇ ψήφῳ καὶ τοῖς θείοις χρησμοῖς, καὶ τἀναντία παιδεύων.