Διὰ δὴ τοῦτο καὶ νῦν, ἐπειδὴ συνέβαινέ τινας ἀσθενεστέρους ὄντας ὑποζυγίων δεῖσθαι, κἀνταῦθα μέτρον ἔθηκε δεικνύς, ὅτι οὐχ ἵππους οὐδὲ ἡμιόνους ζεύξαντας φέρεσθαι δεῖ, ἀλλ᾽ ὄνῳ κεχρῆσθαι καὶ περαιτέρω μὴ προβαίνειν καὶ πανταχοῦ τῆς χρείας εἶναι. Ἴδωμεν καὶ τὴν προφητείαν τὴν διὰ τῶν ῥημάτων. Τίς οὖν ἡ προφητεία; ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾷος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, οὐχ ἅρματα ἐλαύνων ὡς οἱ λοιποὶ βασιλεῖς, οὐ φόρους ἀπαιτῶν, οὐ σοβῶν καὶ δορυφόρους περιάγων, ἀλλὰ πολλὴν ἐπιείκειαν κἀντεῦθεν ἐπιδεικνύμενος Ἐρώτησον τοίνυν τὸν Ἰουδαῖον ποῖος βασιλεὺς ἐπὶ ὄνου ὀχούμενος εἰσῆλθεν εἰς Ἱερουσαλήμ; ἀλλ᾽ οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλ᾽ ἢ τοῦτο μόνον· Ἐποίει δὲ ταῦτα, ὅπερ ἔφην, τὰ μέλλοντα προδηλῶν. Ἐνταῦθα γὰρ ἡ Ἐκκλησία δηλοῦται διὰ τοῦ πώλου καὶ ὁ λαὸς ὁ νέος καί ποτε ἀκάθαρτος μετὰ δὲ τὸ καθίσαι τὸν Ἰησοῦν καθαρὸς γενόμενος. Καὶ ὅρα διόλου τὴν εἰκόνα σωζομένην.