Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ βαΐα
Προτροπή σε ελεημοσύνη και δοξολογία
Πρόσκληση προς τους πιστούς να μιμηθούν τα πλήθη, προσφέροντας τα υπάρχοντά τους στους φτωχούς ως προσφορά προς τον ίδιο τον Χριστό.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προτροπή σε ελεημοσύνη και δοξολογία
Πρόσκληση προς τους πιστούς να μιμηθούν τα πλήθη, προσφέροντας τα υπάρχοντά τους στους φτωχούς ως προσφορά προς τον ίδιο τον Χριστό.
Οὕτω καὶ ἡμεῖς ποιῶμεν καὶ ὑμνῶμεν καὶ τὰ ἱμάτια προώμεθα τοῖς αὐτὸν φέρουσι. Τίνος γὰρ ἂν εἴημεν ἄξιοι, ὅταν οἱ μὲν τὴν ὄνον περιβάλλωσιν ἣν ἐκάθητο, οἱ δὲ τοῖς ποσὶν αὐτῆς ὑποστρωννύωσι τὰ ἱμάτια, ἡμεῖς δὲ αὐτὸν γυμνὸν ὁρῶντες οὐδὲ ἀποδοῦναι κελευόμενοι, ἀλλ᾽ ἀπὸ τῶν μενόντων δαπανᾶν μηδὲ οὕτως ὦμεν φιλότιμοι;
Κἀκεῖνοι μὲν παρακολουθοῦσιν ἔμπροσθεν καὶ ὄπισθεν, ἡμεῖς δὲ καὶ προσιόντας παραπεμπόμεθα, διακρουόμεθα, ὑβρίζομεν. Πόσης ταῦτα κολάσεως ἄξια; μὴ δὴ πτωχεύωμεν, μηδὲ ἀπάνθρωποι καὶ ὠμοὶ περὶ ἡμᾶς αὐτοὺς γινώμεθα, ἀλλ᾽ ἐμπορευσώμεθα τὴν καλὴν ταύτην πραγματείαν, ἵνα καὶ αὐτοὶ λαβόντες αὐτὴν ἀπέλθωμεν καὶ τοῖς υἱοῖς τοῖς ἑαυτῶν καταλείψωμεν καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».
著作
文本
在新窗口中打开相关段落。