Τίνος οὖν ἕνεκεν ἐπέσκηψεν; Οὐχὶ τῶν ὀστῶν φροντίζων, ἀλλ᾽ ἔστι μὲν εἰπεῖν, ὅτι καὶ τῶν Αἰγυπτίων τὴν ἀσέβειαν δεδοικώς. Ἐπειδὴ γὰρ πολλὰ καὶ μεγάλα εἰργάσατο ἀγαθὰ, καὶ τροφεὺς αὐτῶν καὶ προστάτης ἐγένετο, καὶ τοῦ λιμοῦ παραμυθίαν εὗρε μεγίστην, καὶ ἃ μηδενὶ γέγονε δῆλα, ταῦτα πρῶτος καὶ μόνος ἀνέπτυξε, καὶ εἰς μέσον ἤγαγε, καὶ τὰ ὀνείρατα διαλύσας οὐ μόνον προεδήλωσε τὸν λιμὸν, ἀλλὰ καὶ φάρμακον ἱκανὸν αὐτῷ προαπέθετο, οὕτω καὶ τὰ ταμεῖα τῆς Αἰγύπτου πληρώσας, ὡς μηδένα αὐτοῦ τῆς παρουσίας αἰσθέσθαι· ἵν᾽ οὖν μὴ θεὸς νομίζηται μετὰ τελευτὴν διὰ τὸ τῆς εὐεργεσίας μέγεθος, τῶν βαρβάρων ἐκείνων εὐκόλως ἐξ ἀνθρώπων ποιούντων θεοὺς, πάσης ἀσεβείας ἀναιρῶν ὑπόθεσιν, ἐκέλευσεν ἀπενεχθῆναι οἴκαδε τὰ ὀστᾶ. Μία μὲν οὖν αὕτη πρόφασις· ἔστι δὲ καὶ ἑτέραν εἰπεῖν ἀναμφισβήτητον· καὶ γὰρ ἀπὸ τῶν Γραφῶν αὐτὴν πιστώσασθαι ἔνι. Ποίαν δὴ ταύτην; ᾜδει παρὰ τοῦ πατρὸς ἀκούσας, ἐκείνου παρὰ τοῦ πάππου λόγον εἰς αὐτὸν κατενεχθέντα μαθόντος, ὅτι πολλὰ ἔτη δουλώσονται καὶ κακώσουσιν αὐτοὺς οἱ Αἰγύπτιοι. Ἔσται γὰρ τὸ σπέρμα σου πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσιν ἔτη τετρακόσια, ὁ Θεὸς πρὸς τὸν Ἀβραὰμ ἔλεγεν.