Ἵν᾽ οὖν μὴ ταῦτα ἡμᾶς λυπῇ, ἀναγκαῖον καὶ ταύτην διορθώσασθαι τὴν ὑπόνοιαν. Οὐ γάρ ἐστι τοῦτο κυνὸς ἀθλιώτερον ἀποθανεῖν, ἄνθρωπε, ἀλλὰ κυνὸς ἀθλιώτερον ἀποθανεῖν ἐστι τὸ ἐν ἁμαρτίᾳ ἀποθανεῖν, οὐ τὸ ἐπ᾽ ἀλλοτρίας καταλῦσαι τὸν βίον. Μὴ γάρ μοι τοῦτον εἴπῃς τὸν ἐπὶ τῆς κλίνης τῆς διαχρύσου φερόμενον, τὸν τῆς πόλεως προπεμπούσης ἁπάσης, τὸν τῶν δήμων εὐφημούντων, τὸν ἱμάτια σηρικὰ καὶ διάχρυσα μετὰ πολλῆς ἔχοντα ἐπεστοιβασμένα τῆς ἀφθονίας· τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστι, ἀλλ᾽ ἢ δαψιλεστέραν τῷ σκώληκι παραθεῖναι τράπεζαν. Μὴ τοίνυν τοῦτόν μοι δείξῃς, ἀλλὰ δεῖξόν μοι τοῦτον αὐτὸν τὸν μετὰ τοσαύτης προπεμπόμενον τιμῆς κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ὁ Χριστὸς ἐφ᾽ ὑψηλοῦ προκαθέζηται τοῦ βήματος, εἰσαγόμενον, καλούμενον, εὐθύνας ἀπαιτούμενον, ὧν εἶπεν, ὧν ἔπραξεν, ὧν ἐνενόησε. Τότε γὰρ οὐδεὶς αὐτῷ τούτου τοῦ πλήθους παραστήσεται, οὐδὲ ἐξαιρήσεται τῆς κολάσεως αὐτὸν καὶ τῆς τιμωρίας, οὐδὲ παραστήσονται αἱ βοαὶ αὗται καὶ αἱ εὐφημίαι, ἀλλὰ κάτω κύπτων, ἀπαῤῥησίαστος, αἰσχυνόμενος ἐπὶ ταῖς τῶν πραγμάτων κατηγορίαις ἀπαχθήσεται ἑλκόμενος ὑπὸ τῶν πονηρῶν δυνάμεων ἐπὶ τὰς ἀθανάτους κολάσεις μετὰ τοῦ χαλεπωτάτου τῶν ὀδόντων βρυγμοῦ, ἀνόνητα λοιπὸν θρηνῶν καὶ κοπτόμενος ἐκ τῶν ἀφορήτων ὀδυνῶν.