Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου λόγος εἰς τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. «Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, ὅτι τὸ μεσότοιχον τοῦ φραγμοῦ σήμερον λύσας» Ἰησοῦς κατὰ τὸν Παῦλον καὶ τὴν ἔχθραν τὴν μεταξὺ θεοῦ καὶ τῆς φύσεως ἡμῶν εἰρηνοποιήσας συνῆψε τὰ ἄνω τοῖς κάτω. —Σήμερον ὁ μονογενὴς τὴν ἀπαρχὴν τῆς φύσεως, ἣν ἀνέλαβεν ἐξ ἡμῶν, προσενήνοχεν τῷ Πατρί· σήμερον ἡ ὑπὲρ τῆς οἰκουμένης θυσία γενομένη ζῶσα τῷ Θεῷ προσηνέχθη. — Σήμερον ὁ δράκων ἀποκεκεφάλισται· σήμερον ὁ ὄφις νενέκρωται· σήμερον ὁ διάβολος ἐκ τοῦ οὐρανοῦ ἐκβέβληται· σήμερον ἡ ἁμαρτία τῆς ἀνθρωπότητος ἀνῄρηται. —Σήμερον ὁ διὰ τὴν παρακοὴν Ἀδὰμ ἐξορισθεὶς ἐκ τοῦ παραδείσου ἄνθρωπος διὰ τοῦ δευτέρου Ἀδὰμ οὐκ εἰς παράδεισον γῆς, «ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανὸν ἀνῆλθεν·» κατὰ τὸν μακάριον Παῦλον, «ἐμφανισθῆναι νῦν τῷ προσώπῳ τοῦ Θεοῦ».