Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου, ὁμιλία εἰς τὴν λίμνην Γενησαρὲτ, καὶ εἰς τὸν ἅγιον Πέτρον τὸν ἀπόστολον. Ὅτε διδάσκαλος εὐκλεὴς, τότε μαθητὴς εὐπειθὴς, τότε μαθητὴς εὔελπις· ὅτε διδάσκαλος πρόθυμος, τότε διδάσκαλος κέρδος καρποῦται· ὅτε μαθητὴς σπουδὴν ἐπιδείξηται, τότε μαθητὴς διδασκάλου τέχνην ἐκδέχεται ὅτι τὴν διατριβὴν ὡς φίλην ἀσπάζεται. Ἄλλως γὰρ ἀμήχανον διδάσκαλον λάμψαι, εἰ μὴ τοῦ μαθητοῦ τὸν λύχνον ἀρδόμενον εὕροι τῷ τῆς φιλομαθίας ἐλαίῳ· καὶ ἄλλως ἀμήχανον λάμψαι, εἰ μὴ τοὺς ὀχετοὺς τῆς σοφίας ὁ διδάσκαλος πλουσίως ἐκχέῃ. Δεῖται γὰρ δρόμου καὶ σπουδῆς ἑκάτερα τὰ μέρη, καὶ πρὸς τὴν οἰκοδομὴν τῆς βελτιώσεως ἀμφοτέρους τὰ τῆς δυνάμεως συνεισφέρειν· καὶ τὸν μὲν τὴν γλῶτταν ὀξύνειν, τὸν δὲ τὴν ἀκοὴν εὐτρεπίζειν· καὶ τὸν μὲν τὴν διάνοιαν ἀπηρτισμένην ἔχειν, τὸν δὲ τὴν ψυχὴν γαληνιῶσαν παρέχειν. Ταῦτα δὲ οὐ μόνον ἐν τοῖς σωματικοῖς ἀναγκαῖα, ἀλλὰ καὶ ἐν τοῖς πνευματικοῖς περισπούδαστα. Ὥσπερ γὰρ ἐν τοῖς σωματικοῖς παιδεύμασιν ἄλλως οὐκ ἐλευθεροῦται σκυτάλης παῖς, εἰ μὴ τοῖς μαθήμασιν ἐπαγρυπνῇ, οὕτω καὶ ἐν τοῖς πνευματικοῖς διδάγμασιν ἄλλως κατακρίσεως οὐκ ἀπαλλάσσεται βροτὸς, εἰ μὴ ἐν τῷ νόμῳ Κυρίου κατὰ τὸν προφήτην μελετήσῃ ἡμέρας καὶ νυκτός.