Ὁπόταν δὲ ἡ τῶν ἀέρων εὐκρασία λαμπρὸν καὶ πέπειρον τὸν στάχυν ἀπεργάσηται, καὶ οἷον ἐν εἰκόνι γερόντων τὸ λήϊον λευκανίζον κεκύρτωται, τὴν τοῦ θέρους τομὴν ἀπεκδεχόμενον, τότε ἄγροικοι, καὶ παλάμαι σὺν δρεπάνοις ὀξέσιν ἁπλωθεῖσαι, πόνοις πόνους προσάγουσι, καὶ τὸν πόθον προσκοιμίζουσιν, αὐτῷ τῷ τέλει τὰς ἐλπίδας χορτάζοντες. Τότε τῶν ἄλλων ζώων οἴκαδε ἡσυχαζόντων, μόνος ὁ βοῦς ἱλαρῷ τῷ βήματι, βλοσυρῷ τῷ βλέμματι ἐπὶ τὴν ἅλω πορεύεται. Καὶ τὰ μὲν ἄλλα ζῶα, αἶγες καὶ χοῖροι καὶ πρόβατα ὅσα τὸν ἑαυτῶν αὐχένα τῷ ζυγῷ τοῦ ἀρότρου οὐχ ὑπέταξαν, οἰκείᾳ συνειδήσει ἀγχόμενα, δουλικαῖς προσόδοις τῇ ἅλῳ προσεγγίζοντα, τῶν ἀσταχύων τὸ δράγμα λῃστεύουσι· μόνος δὲ ὁ βοῦς ἐλευθέραν τὴν γλῶσσαν ἁπλώσας, τῶν οἰκείων πόνων τοὺς καρποὺς θαρσαλέως ἀρύεται. Εἶδες ἐκεῖ τοὺς δρεπανιστὰς, εἶδες ἐκεῖ τὴν σταχυοφόρον ἄρουραν, τὴν ἅλω, τὸν βοῦν· μετάβα μοι ἐκεῖθεν τῷ λόγῳ ἐπὶ τὴν ἐκκλησιαστικὴν εὐταξίαν, καὶ ὄψει τῶν προειρημένων τὴν γεωργίαν τῷ μυστηρίῳ τῆς Ἐκκλησίας.