Ἐξῆλθεν ὁ ἥλιος τῆς δικαιοσύνης, ἵνα τὰς φεγγοβόλους αὐτοῦ ἀκτῖνας τῆς θεότητος ἐν ταῖς τῶν ἐσκοτισμένων ἀνθρώπων καρδίαις ἐῤῥάνῃ. Ἐξῆλθεν ὁ ποιμὴν τῶν προβάτων, ἵνα τὸ ἅλας τῆς εὐσεβείας σπείρας, νόστιμον τὸν χόρτον τοῦ νομικοῦ γράμματος τοῖς προβάτοις ἀρτύσῃ· ἐξῆλθεν ὁ σπείρων, ἔχων τὰ δέκα ζεύγη τῶν βοῶν, ἵνα ποιήσῃ τὸ κεράμιον τὸ ἓν, καὶ σπείρας ἀρτάβας ἓξ, ποιήσῃ μέτρα τρία. Λάλει νῦν, Ἠσαΐα, μὴ σιώπα. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν. Δέκα ζεύγη βοῶν εἴκοσι βόες εἰσί· δέκα ζεύγη βοῶν λογικὰ τοῦ Χριστοῦ οἱ ἀπόστολοι τυγχάνουσιν οἱ δώδεκα, καὶ ἑπτὰ οὓς ἐξελέξαντο οἱ ἀπόστολοι. Τίνας τούτους; Στέφανον, Φίλιππον, Πρόχορον, Νικάνορα, Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα· καὶ τὸν ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ γεωργήσαντα τὸν ἀπόστολον. Ταῦτα δέκα ζεύγη τῶν βοῶν εἰς τὴν τῆς ἀνθρωπότητος ἄρουραν ἐποίησε τὴν εἰς τὸν Ἰησοῦν ὁμολογίαν, τὸν τὸ ἡμέτερον ὀστράκινον τοῦ σώματος σκεῦος ἐνδυσάμενον. Ὅτι δὲ κεράμιον λέγει τὴν ἔνσαρκον τοῦ Χριστοῦ ἐπιδημίαν ὁ θεῖος λόγος, ἄκουε. Ὅτε ἔμελλεν ἀπέρχεσθαι ἐπὶ τὸ παθεῖν, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ποιῶμεν τὸ πάσχα; Ὁ δὲ πρὸς αὐτοὺς, Ἀπέλθετε εἰς τήνδε τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων, καὶ εἴπατε αὐτῷ· Ὁ Διδάσκαλος ἡμῶν εἶπε· Πρὸς σὲ ποιῶ τὸ πάσχα.