Οὗτοι κἂν ὁμολογῶσι τὸν Χριστὸν εἶναι Υἱὸν τοῦ Θεοῦ, τὸ Πνεῦμα τὸ ἅγιον ἀρνούμενοι, οὐδὲ τὸν Υἱὸν ἔχουσι, τοῦ ἀποστόλου μοι μαρτυροῦντος καὶ λέγοντος· Εἴ τις πνεῦμα τοῦ Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Τὰ ἄλλα, φησὶν, ἔπεσεν ἐπὶ τὴν γῆν ἀγαθὴν, καὶ ἐδίδου καρπόν, καὶ τὰ μὲν τριάκοντα ἐποίει, τὰ δὲ ἑξήκοντα, τὰ δὲ ἑκατόν. Αὕτη ἐστὶν ἡ γῆ ἡ ἀγαθὴ, ἡ τῶν ὀρθοδόξων καρδία, ἡ ἐκτὸς οὖσα τῶν αἱρετικῶν ἀκανθῶν, ἡ τελείοις διδασκάλοις πονηθεῖσα καὶ οἱονεὶ αὐλακισθεῖσα, καὶ τοὺς τοῦ Εὐαγγελίου λόγους σπέρματα ψυχῆς τυγχάνοντας δεχομένη. Ἡ τοιαύτη καρδία πρῶτον βλαστάνει τὴν πόαν τῆς πίστεως, εἶτα μηκύνει τὸν στάχυν τῆς ἐλπίδος, εἶτα ὥριμον καρπὸν τῆς τελείας ἀγάπης ἀποδείκνυσι. Τούτων τῶν τριῶν καρπῶν τῆς ψυχῆς μέμνηται καὶ ὁ μακάριος Παῦλος λέγων· Πίστις, ἐλπὶς, ἀγάπη. Ὁ πιστεύων ποιεῖ τὰ τριάκοντα, ὁ ἐλπίζων ποιεῖ τὰ ἑξήκοντα, ὁ τελειούμενος ἐν ἀγάπῃ, ποιεῖ τὰ ἑκατόν· ὁ χριόμενος ποιεῖ τὰ τριάκοντα· ὁ κατερχόμενος εἰς τὸ ὕδωρ, ποιεῖ τὰ ἑξήκοντα· ὁ τελειούμενος ἐν τῷ μυστηρίῳ, ποιεῖ τὰ ἑκατόν.