Διεγεῖραι τὸν δεσμοφύλακα ἐβούλετο πρὸς τὴν θέαν τῶν γινομένων· ἔλυσε τὰ αἰσθητὰ δεσμὰ τῶν συνδεσμωτῶν, ἵνα λύσῃ τὰ νοητὰ δεσμὰ τοῦ δεσμοφύλακος. Ἀπεναντίας τούτων ἐποίησεν ὁ Χριστός. Προσῆλθεν αὐτῷ παραλελυμένος ἄνθρωπος διπλῆν τινα πάρεσιν ἔχων, τὴν μὲν ἀπὸ τῶν ἁμαρτημάτων, τὴν δὲ ἀπὸ τοῦ σώματος. Πρότερον τὴν ἀπὸ τῶν ἁμαρτημάτων πάρεσιν ἔλυσεν, οὕτως εἰπών· Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. Εἶτα ἐπειδὴ ἀμφέβαλλον ἐκεῖνοι, καὶ ἐβλασφήμουν, καὶ ἔλεγον, Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, βουλόμενος αὐτοῖς δεῖξαι, ὅτι Θεός ἐστιν ἀληθῶς, βουλόμενος αὐτοὺς κρῖναι ἐκ τοῦ στόματος αὐτῶν, ἵνα μέλλῃ λέγειν, Ἐκ τοῦ στόματός σου κρινῶ σε· σὺ εἶπας, ὅτι οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός· ἰδοὺ ἀφίημι, φησὶν, ἁμαρτίας, καὶ ὁμολόγησόν μου τὴν θεότητα· ἀπὸ τῆς σῆς κρίσεως ἐκφέρω τὴν ψῆφον. Ἀλλ᾽ ἐκεῖ μὲν προτέρα ἡ νοητὴ, ὑστέρα δὲ ἡ αἰσθητή· ἐνταῦθα δὲ τὸ ἐναντίον, πρότερον τὰ αἰσθητὰ δεσμὰ, καὶ τότε τὰ νοητὰ ἀνῄρητο.