Ἔστι γὰρ ὅτε τὸ μὴ λαβεῖν ὅπερ αἰτοῦμεν, τοῦ λαβεῖν λυσιτελέστερον γίνεται. Εἰ γὰρ μὴ συμφέρον ἡμῖν πολλάκις ἦν τὸ μὴ λαβεῖν, πάντως ἂν ἔδωκεν ἀεί· τὸ δὲ συμφερόντως ἀποτυχεῖν, ἐπιτυχεῖν ἐστι. Διὰ τοῦτο καὶ ἀναβάλλεται τὴν αἴτησιν ἡμῶν πολλάκις, οὐ βουλόμενος ἡμᾶς παρελκύσαι, ἀλλὰ τῇ μελλήσει τῆς δόσεως τὴν διηνεκῆ προσεδρείαν σοφιζόμενος. Ἐπειδὴ γὰρ λαβόντες πολλάκις ὅπερ αἰτοῦμεν, μετὰ τὸ λαβεῖν τὴν περὶ τὰς εὐχὰς καταλύομεν σπουδὴν, βουλόμενος ἐπιτεῖναι τὴν ἐν ταῖς ἱκετηρίαις ἡμῶν ἀγρυπνίαν, παρέλκει τὴν δόσιν. Οὕτω καὶ φιλόστοργοι πατέρες ποιοῦσι· τὰ ῥᾴθυμα τῶν παίδων, καὶ πρὸς τὰ παιδικὰ παίγνια κατατρέχοντα, πολλάκις ὑποσχέσει δώρου μεγίστου κατέχουσι παρ᾽ ἑαυτοῖς· διὰ τοῦτο ποτὲ μὲν ἀναβάλλονται, ποτὲ δὲ οὐ διδόασιν. Ἔστι γὰρ ὅτε βλαβερὰν αἰτοῦμεν αἴτησιν· ὁ δὲ τὰ συμφέροντα ἡμῖν μᾶλλον εἰδὼς, ὁ Θεὸς οὐκ ἐπινεύει ταῖς ἡμετέραις εὐχαῖς, τὸ λυσιτελὲς ἡμῖν καὶ ἀγνοούντων ἡμῶν οἰκονομῶν. Καὶ τί θαυμαστὸν, εἰ ἡμεῖς οὐκ ἀκουόμεθα, ὅπου γε καὶ ἐπὶ Παύλου τοῦτο γέγονε; Καὶ γὰρ ἐκεῖνος πολλάκις αἰτήσας ἀπέτυχε· καὶ οὐ μόνον οὐκ ἤλγησεν, ἀλλὰ καὶ ηὐχαρίστησε τῷ Θεῷ· Ὑπὲρ τούτου γὰρ, φησὶ, τὸν Κύριον τρὶς παρεκάλεσα· τὸ δὲ, Τρὶς, τὸ πολλάκις σημαίνει. Εἰ δὲ Παῦλος πολλάκις αἰτήσας οὐκ ἐπέτυχε, πολλῷ οὖν μᾶλλον ἡμᾶς ἐπιμένειν χρή.