Ὅτι δὲ πεποίκιλται ἡ Ἐκκλησία, ἔστι τοῦ Δαυῒδ ἀκοῦσαι λέγοντος· Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς· τουτέστιν, ὑπὸ τοὺς στερεμνίους κλάδους τοῦ σταυροῦ ἐκτρέφουσα τὰ νεοφώτιστα τέκνα. Ταύτης δὲ τῆς τρυγόνος μέμνηται καὶ Ἱερεμίας λέγων· Τρυγὼν καὶ χελιδὼν ἀγροῦ, στρουθία καὶ τέττιγες ἔγνωσαν καιρὸν εἰσόδου αὐτῶν, τρυγόνα λέγων τὴν πάνσεμνον Ἐκκλησίαν, χελιδόνα τὸν φιλάνθρωπον Ἰωάννην, τέττιγα τὸν εὔλαλον Παῦλον, τὸν τῆς Ἐκκλησίας αὐλόν. Περὶ ταύτης τῆς τρυγόνος ἐντέλλεται ὁ Κύριος τῷ Ἀβραάμ· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ κριὸν τριετίζοντα, καὶ αἶγα τριετίζουσαν, καὶ περιστερὰν, καὶ τρυγόνα. Ταύτης τῆς τρυγόνος μέμνηται καὶ ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων ἡ Γραφὴ λέγουσα· Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. Ἡ φωνὴ τῆς τρυγόνος ταύτης, τὸ οὐράνιον ἔαρ τὸν Χριστὸν οὐρανόθεν παραγίνεσθαι, ἡμῖν σημαίνει. Ἡ φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν σήμερον. Ἀλλ᾽ ἀκούσωμεν τὴν φωνὴν τῆς τρυγόνος ταύτης, ποῖα μέλη κελαδεῖ. Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ.