Διὰ τοῦτο αὐτὴ λέγει· Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Μεμνήστευμαι τῷ οὐρανίῳ νυμφίῳ διὰ νόμου καὶ τῶν προφητῶν. Ἐγὼ ἡ Ἐκκλησία ἡ ἐξ ἐθνῶν μεμνηστευμένη οὐκ ἔτι βούλομαι διὰ Μωϋσέως, ἢ διὰ Ἡσαΐου, ἢ διὰ Ἱερεμίου καὶ τῶν λοιπῶν προφητῶν, ἀλλ᾽ αὐτὸς ἐλθέτω· βούλομαι στόμα πρὸς στόμα λαλῆσαι αὐτῷ· αὐτὸς ἡκέτω, Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Ἀκούω Ἱερεμίου λέγοντος περὶ αὐτοῦ· Βαθεῖα ἡ καρδία αὐτοῦ παρὰ πάντας, καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Αὐτὸν ποθῶ, αὐτὸν ἱκετεύω. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Ἀκούω τοῦ Ἀμῶς λέγοντος· Ἰδοὺ ἄνθρωπος ἑστὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. Αὐτὸν ζητῶ, ἡκέτω, φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Καὶ ὥσπερ γυνὴ φίλανδρος, ἀπόντος τοῦ ἀνδρὸς, παρακύπτουσα διὰ θυρίδων αὐτὸν περιβλέπεται, αὐτὸν περισκοπεῖ, καὶ κατὰ τὴν γῆν, καὶ κατὰ τὴν θάλασσαν· κἂν ἴδῃ πλοῖον ἐρχόμενον, ἐκεῖ τὸν ἑαυτῆς ἄνδρα φαντάζεται· κἂν ἴδῃ ὁδοιπόρους ἐρχομένους πόῤῥωθεν, ἐκεῖ τὸν ἑαυτῆς ἄνδρα λογίζεται εἶναι· πολλάκις γὰρ αὐτοῖς συναντήσασα ἐπερωτᾷ περὶ τοῦ ἰδίου ἀνδρός· Εἴπατέ μοι, ποῦ αὐτὸν ἐάσατε, ἐν ποίᾳ πόλει ἢ κώμῃ, τί λέγοντα, ἢ τί ποιοῦντα, ἢ πότε ἐρχόμενον;