阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται

Ἰωάννης ὁ Χρυσόστομος

Κατάληξη και τελική δοξολογία

Συμπερασματικές παρατηρήσεις για την πνευματική κατάπτωση του υπερηφάνου και ολοκλήρωση της ομιλίας με παραδοσιακή δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ἐπειδὴ ὑπὲρ τὸ ἄμετρον ἐπήρθη, καὶ οὐχ ὑπέταξε τοὺς αὐχένας τῷ βασιλεῖ· οὐ γὰρ ἐξεδέχετο τὸ βραβεῖον παρ’ ἐκείνου λαβεῖν, οὐκ ἀνέμενε παρ’ ἐκείνου τὸν στέφανον δέξασθαι, ἀλλ’ ἑαυτὸν ἠθέλησεν στεφανῶσαι λέγων· «Οὔκ εἰμι ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, μοιχοί, πλεονέκται, ἀλλὰ νηστεύω καὶ ἀποδεκατῶ πάντα τὰ ὑπάρχοντά μου.» Ἑαυτὸν ἐδικαίωσεν, διὸ καὶ καταβέβληται. Ἑαυτῷ ἐβουλήθη ἐπιθῆναι τὸν στέφανον· διὰ τοῦτο καὶ ἐξέπεσεν τοῦ στεφάνου. Ὁ θεὸς γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.