Μὴ τοίνυν ἀναπέσῃς· ἓν γὰρ μόνον ἐστὶ φοβερόν, εἷς πειρασμός, ἁμαρτία μόνον. Καὶ τοῦτο συνεχῶς ἐπᾴδων ὑμῖν τὸ ῥῆμα οὐκ ἐπαυσάμην. Τὰ δὲ ἄλλα πάντα μῦθος, κἂν ἐπιβουλὰς εἴπῃς, κἂν ἀπεχθείας, κἂν δόλους, κἂν συκοφαντίας, κἂν λοιδορίας, κἂν κατηγορίας, κἂν δημεύσεις, κἂν ἐξορίας, κἂν ξίφη ἠκονημένα, κἂν πέλαγος, κἂν τὸν τῆς οἰκουμένης ἁπάσης πόλεμον. Οἷα γὰρ ἂν ᾖ ταῦτα, πρόσκαιρά τέ ἐστι καὶ ἐπίκηρα καὶ ἐν θνητῷ γινόμενα σώματι καὶ τὴν νήφουσαν οὐδὲν παραβλάπτοντα ψυχήν. Διὰ τοῦτο καὶ τῶν χρηστῶν καὶ τῶν λυπηρῶν τῶν κατὰ τὸν παρόντα βίον τὸ εὐτελὲς ὁ μακάριος Παῦλος δεῖξαι βουλόμενος μιᾷ λέξει τὸ πᾶν ἐνέφηνεν εἰπών· τὰ γὰρ βλεπόμενα πρόσκαιρα. Τί τοίνυν τὰ πρόσκαιρα δέδοικας; Τὰ ποταμίων ῥευμάτων δίκην παραρρέοντα; Τοιαῦτα γὰρ τὰ παρόντα, κἂν χρηστά, κἂν λυπηρά.