Μὴ εἴπῃς· Πῶς ἡδυπαθήσει ὁ πένης, μὴ ἔχων τὰ αἴτια; Δύναται γάρ τις καὶ διὰ μόνων τῶν λογισμῶν ἀθλιωτέρως ἡδυπαθεῖν.
Ἕτερόν ἐστι γνῶσις πραγμάτων καὶ ἕτερόν ἐστιν ἀληθείας ἐπίγνωσις. Καθόσον δὲ διαφέρει τῆς σελήνης ὁ ἥλιος, κατὰ τοσοῦτον τῆς προτέρας ἡ δευτέρα ὠφελιμωτέρα τυγχάνει. Ἡ τῶν πραγμάτων γνῶσις κατ’ ἀναλογίας τῆς ἐργασίας τῶν ἐντολῶν προσγίνεται, ἡ δὲ τῆς ἀληθείας ἐπίγνωσις κατὰ τὸ μέτρον τῆς εἰς Χριστὸν ἐλπίδος. Εἰ οὖν θέλεις «σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν», πειρῶ πάντοτε ὑπερβαίνειν τὰ αἰσθητὰ καὶ διὰ μόνης ἐλπίδος προσκολλᾶσθαι τῷ Θεῷ. Οὕτω γὰρ ἀκοντὶ μὲν παρατρεπόμενος εὑρήσεις ἀρχὰς καὶ ἐξουσίας διὰ τῶν προσβολῶν πολεμούσας σοι, ταύτας δὲ διὰ προσευχῆς νικῶν καὶ μένων εὔελπις εἴσῃ τὴν τοῦ Θεοῦ χάριν τῆς μελλούσης ὀργῆς ῥυομένην σε.