Δεῖ ἡμᾶς κατὰ τὴν προκοπὴν καὶ τὸν βίον ἔχειν καὶ κατὰ τὸν βίον ὀφείλομεν τῷ Θεῷ τὰς προσευχὰς ἀναφέρειν.
Καλὸν μὲν τὴν κεφαλαιωδεστέραν κρατεῖν ἐντολήν, καὶ μηδὲν κατ’ εἶδος μεριμνᾷν, μηδὲ κατ’ εἶδος προσεύχεσθαι, ἀλλὰ μόνον «ζητεῖν τὴν βασιλείαν», κατὰ τὸν λόγον τοῦ Κυρίου. Εἰ δὲ περὶ ἑκάστης χρείας ἔτι φροντίζομεν, ὀφείλομεν περὶ ἑκάστης προσεύχεσθαι. Ὁ γὰρ ἐκτὸς προσευχῆς τι ποιῶν ἢ φροντίζων οὐκ εὐοδοῦται ἐπὶ τῷ τέλει τοῦ πράγματος. Καὶ τοῦτο ἔστιν ὃ εἶπεν ὁ Κύριος· «Οὐ δύνασθε χωρὶς ἐμοῦ ποιεῖν οὐδέν.» Τὸν παραλογιζόμενον τὴν περὶ προσευχῆς ἐντολὴν ἀτοπώτεραι παρακοαὶ διαδέχονται, ἑτέρα τῇ ἑτέρᾳ καθάπερ δέσμιον παραπέμπουσαι.