Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Στιχηρά
Ιδιόμελα στους ισαποστόλους Κωνσταντίνο και Ελένη
Ύμνοι προς τιμήν του αγίου Κωνσταντίνου και της μητέρας του Ελένης για την εδραίωση της ορθόδοξης πίστης.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Ιδιόμελα στους ισαποστόλους Κωνσταντίνο και Ελένη
Ύμνοι προς τιμήν του αγίου Κωνσταντίνου και της μητέρας του Ελένης για την εδραίωση της ορθόδοξης πίστης.
Μαΐου καʹ. Ἰδιόμελα εἰς τοὺς ἁγίους ἰσαποστόλους βασιλεῖς Κωνσταντῖνον καὶ Ἐλένην. Ὁ τὴν οἰκουμένην ἅπασαν ἐπιστρέψας ἐκ τῆς πολυθέου πλάνης εἰς τὴν ἀληθῆ θεογνωσίαν Κωνσταντῖνος ὁ μέγας βασιλεὺς σήμερον θριαμβεύων ἐνδόξως καταλαμβάνει τὰ οὐράνια, νικητὴς τροπαιοῦχος κατὰ δαιμόνων ὀλεθρίων καὶ τυράννων ἀλιτηρίων ὑπὸ τοῦ παμβασιλέως Θεοῦ στεφόμενος, σκῆπτρον νικοποιὸν ἐπιφερόμενος τὸν σταυρόν, οὗ τὸ σύνθημα λαβὼν οὐρανόθεν διὰ τῆς μακαρίας μητρὸς Ἐλένης, ἐκ τῶν τῆς γῆς λαγόνων ὡς θησαυρὸν κεκρυμμένον αὐτὸν ἀνήγαγε· τοῦτον καὶ ἡμεῖς σὺν αὐτῇ εὐφημοῦντες, αἰτούμεθα πρεσβεύειν Χριστῷ τῷ Θεῷ ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν πιστῶν καὶ τῶν ὀρθοδόξων βασιλέων, τῶν διαδόχων αὐτῶν.
Ἕτερον. Ἦχος πλάγιος τοῦ τετάρτου. Ὁ μακάριος βασιλεὺς Κωνσταντῖνος ὡς ἀληθῶς βασιλεὺς θυμοῦ καὶ φθόνου καὶ ἡδονῆς κρατῶν καὶ πάντα ὑπὸ τοὺς νόμους ἄγων τοῦ Θεοῦ καὶ τὸν νοῦν ἐλεύθερον τηρῶν καὶ οὐκ ἐῶν ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν· τὸν τοιοῦτον ὁ βασιλεὺς τῶν οὐρανῶν καὶ παντάναξ Θεὸς γῆς καὶ θαλάσσης ἄρχοντα κατέστησε καὶ τὴν ὀρθόδοξον πίστιν δι’ αὐτοῦ στερρῶς ἐκράτυνε, καὶ νῦν συμβασιλεύειν αὐτῷ προσλαβόμενος, δέχεται πρέσβιν σὺν τῇ μακαρίᾳ μητρὶ Ἐλένη ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
著作
文本
在新窗口中打开相关段落。