Νεοφύτου πρεσβυτέρου μοναχοῦ καὶ ἐγκλείστου πρὸς τοὺς ἀτακτοῦντας καὶ λύοντας τὰ τῆς νηστείας προοίμια
Καθόσον ἀξιέπαινόν τινα καὶ μεγάλην τὴν εὐταξίαν τῆς μεγάλης καὶ ἀμώμου νηστείας οἱ θεῖοι κανόνες τῆς τοῦ θεοῦ ἐκκλησίας ἐθέσπισαν, κατὰ τοσοῦτον τινές, ὧν θεὸς ἡ κοιλία, αὐτὴν ἀθετοῦσι καὶ ἀταξίαν ἐργάζονται, λέγοντες, ὥσπερ ἀνέμαθον ἀκριβῶς, ὅτι “Λάβωμεν οἶνον καὶ βρώματα κατὰ τὴν πρώτην Δευτέραν τῶν νηστειῶν ἅμα πρωῒ καὶ ἐξέλθωμεν πρός τινα ἰδιάζοντα τόπον, ἵνα τζακίσωμεν ἐκεῖσε τὴν τῆς τεσσαρακοστῆς μύτην καὶ τὴν προσβολὴν αὐτῆς”. Καὶ ἤθελον ἔγωγε παράδοξόν τι τέρας γενέσθαι καὶ εὑρεθῆναί με ἐν μέσῳ τοῦ παρανόμου ἐκείνου καὶ πονηροῦ συμποσίου, καὶ ῥάβδῳ μὲν κατακλᾶσαι τὰ σκεύη τοῦ οἴνου αὐτῶν, τὴν μύτην δὲ ἐκείνων τζακίσαι δεσμοῖς πνεύματος θείου· καθότι ὁ οἶνος αὐτῶν, ἐν τῇ τοιαύτῃ ἡμέρᾳ, αἷμα ζώων ἀκαθάρτων, κυνὸς καὶ καμήλου, καὶ θυμὸς δρακόντων ἐστὶ καὶ θυμὸς ἀσπίδων ἀνίατος, οἱ δὲ τούτου πόται ὡς ἀκόρεστοι χοῖροι καὶ ἄρκοι λογίζονται τῷ θεῷ καὶ τοῖς ὀρθῶς φρονοῦσι, μὴ κορέσαντες αὐτῶν τὴν ἀπληστίαν διὰ τῶν πρὸ τῆς ἀπόκρεω ἡμερῶν, ἀλλ’, ὥσπερ χοῖροι πρωΐθεν ἐξέρχονται κοπροφαγεῖν, οὕτω καὶ οὗτοι, ἅμα πρωῒ καὶ ἐν τῇ πρώτῃ τῶν νηστειῶν, ἐξέρχονται κόπρων ἐμπλῆσαι τὰς ἑαυτῶν κοιλίας.