ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ, ΜΟΝΑΧΟΥ ΚΑΙ ἘΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ἘΠΙΤΟΜΟΣ ΠΕΡΙ ΜΑΡΙΑΣ ΤΗΣ ΘΕΟΠΑΙΔΟΣ, ὍΤΕ ὙΠΟ ΤΩΝ ΓΟΝΕΩΝ ΑΥΤΗΣ ΤΡΙΕΤΗΣ ΕΙΣ ΤΑ ΤΩΝ ἉΓΙΩΝ ἍΓΙΑ ἈΠΕΔΟΘΗ ΤΩ ΘΕΩ· ΠΕΡΙ ἯΣ ΚΑΙ ΓΡΑΦΙΚΑΙ ΜΑΡΤΥΡΙΑΙ. ΠΑΤΕΡ, ΕΥΛΟΓΗΣΟΝ.
1. Θεαρχικοῦ μυστηρίου πρὸς ἀπόβασιν ἀγομένου, ἔμελλεν ἄρα καὶ τὸ ὑπουργοῦν ἐργαστήριον πάσης ἁγιωσύνης εἶναι πεπληρωμένον, ὅπως ὁ ὑπεράγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, ἐν ἁγίῳ κατασκηνώσας ἀποπεράνῃ τὸ προρρηθέν· ἔλεος καὶ ἀλήθεια συνήντησαν· δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν, ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. Καὶ γὰρ ὁ Κύριος, ὡς πατὴρ, δώσει χρηστότητα τὸν λόγον αὐτοῦ, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς, Θεοῦ Λόγου τὸ σκήνωμα, Μαρίαν τὴν θεόκλητον. Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται, βοῶσα· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. Ἐπειδὴ γὰρ τὸ κάλλιστον ἐκεῖνο καὶ θεόπλαστον χρῆμα, τὸ κατ’ εἰκόνα φημὶ Θεοῦ καὶ καθ’ ὁμοίωσιν ἡμῖν δωρηθὲν, ἠμαυρώσαμεν ἀπάτῃ τοῦ ὄφεως, καὶ τῇ συγγενεῖ ἡμῶν γῇ παρεδόθημεν ἀδικάστως, καὶ τῆς εἰκόνος ἐκείνης ἐστερήθημεν ἄμφω καὶ τῆς ἀθανασίας· καὶ ἀντὶ ἁγιωσύνης τῷ βορβόρῳ συνεκυλίσθημεν τῆς ἁμαρτίας· καὶ ἐδουλώθημεν τῇ ἁμαρτίᾳ καὶ τῇ ἀνομίᾳ, καὶ ἐκάλυψε πᾶσαν τὴν οἰκουμένην πᾶν εἶδος παρανομίας, ὡς ἐξειπεῖν τὸν Δαβίδ· Οὐκ ἔστι ἕως ἑνός.