3. Ἡ δὲ ἄχραντος παρθένος ἐννεαετῆ χρόνον ἐν τοῖς ἀδύτοις καὶ τῷ θείῳ νεῷ παραμένουσα τροφὴν οὐράνιον ὑπὸ θείου ἐδέχετο ἀγγέλου, ὡς τοῦ Θεοῦ τῶν ἀγγέλων μήτηρ προεκλεχθεῖσα.
Δωδεκαετοῦς δὲ χρόνου τῆς ἀχράντου ἡλικίας ἐκείνης διαγενομένης, σκέπτονται οἱ ἱερεῖς ἐκ τῶν ἁγίων ἐξεῶσαι τὴν κόρην, ὑφορώμενοι μήπως ὡς νεάνιδι γυναικεῖόν τι συναντήσῃ αὐτῇ· ἀγνοοῦντες δὲ τίνα προκρινεῖ ὁ Θεὸς φύλακα τῆς παρθένου, σημεῖον ἐπιζητοῦσι τρόπῳ τοιῷδε· εἰσηγήσει γὰρ τῶν ἱερέων προτρέπεται Ζαχαρίας εὔξασθαι περὶ τούτου. Ὁ δὲ τὸ δωδεκακώδωνον ἀμφιασάμενος καὶ ἐρωτήσας, ἐπιφοιτᾷ πρὸς αὐτὸν ἄγγελος Κυρίου λέγων πρὸς αὐτόν· «Ἐκκλησίασον τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ, ὅσοι χηρεύουσι, καὶ λαβέ μοι τὰς αὐτῶν βακτηρίας καὶ πρόσευξαι, καὶ πάλιν ταύτας αὐτοῖς διάνειμε, καὶ ἐφ’ ᾗ ἂν θεάσῃ σημεῖον, γνῶθι ὅτι ὁ τῆς ῥάβδου ἐκείνης δεσπότης κεκλήρωται εἶναι καὶ τῆς παρθένου φύλαξ.» Καὶ ἐγένετο οὕτως· καὶ ἔκρουσε σάλπιγγα, καὶ συνήχθη πᾶσα ἡ γερουσία τῶν χηρευόντων ἅμα τῷ τέκτονι Ἰωσήφ· ὧν τὰς βακτηρίας λαβὼν Ζαχαρίας καὶ προσευξάμενος καὶ διαδοὺς, σημεῖον ἐφάνη ἐν οὐδεμιᾷ· δοὺς δὲ ἐπ’ ἐσχάτων καὶ τῷ τέκτονι Ἰωσὴφ, ἰδοὺ ἀνέπτη περιστερὰ ἐκ τοῦ ἄκρου τῆς ῥάβδου αὐτοῦ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· καὶ ἐκληρώθη τῆς παρθένου μνήστωρ ἤτοι φύλαξ, τάχα καὶ μὴ βουλόμενος.