Χαῖρε, θεοτόκε παρθένε, ἡ σκέπη τῶν ἐπὶ σοὶ πεποιθότων, ἡ τῶν ἁμαρτωλῶν μεσίτης πρὸς Θεὸν, καὶ τῶν θερμῶς μετανοούντων εὐθυβόλος ἀντίληψις.
Χαῖρε, θεοτόκε παρθένε, τῶν προπατόρων τὸ καύχημα, τῶν ἀποστόλων τὸ κήρυγμα καὶ τῶν μαρτύρων τὸ κλέος. Χαῖρε, θεοτόκε παρθένε, τῶν ἀπιστούντων ἡ τύφλωσις, τῶν πιστευόντων τὸ φάος καὶ πάντων τῶν πίστων ἡ ἀρραγὴς προστασία καὶ διόπτρα. Χαῖρε, θεοτόκε παρθένε πανάχραντε, τῶν τοῦ Χριστοῦ θαυμάτων ἡ ἀρχὴ καὶ τὸ τέλος, δι’ ἧς ἐκ τῶν ἄνω κατῆλθεν ὁ ὕψιστος, καὶ τὴν ἔκπτωτον φύσιν ἡμῶν ἐν τοῖς καταχθονίοις τοῦ ᾍδου ἀναλαβόμενος, ἀνήγαγε καὶ συνεκάθισε τῇ πατρικῇ δεξιᾷ, καὶ ὑπὸ πάσης κτίσεως αὐτοῦ προσκυνεῖσθαι αὐτὴν κατηξίωσεν.