Θεοσθένει δέ τινι προσφωνεῖ τῶν ἄγαν εὐνουστάτων αὐτῷ καὶ φίλων, καὶ ὥσπερ τῶν λόγων διορθωτῇ καὶ κριτῇ ὑπάρχοντι.
Ὁ δὲ σκοπὸς αὐτῷ τῆς πραγματείας κατὰ Ἑλλήνων προάγεται· καὶ τούτων μάλιστα πρός τινα τῶν ἐκ τῆς Ἀριστοτέλους διατριβῆς ὄντα ἐπιφέρει τὰς ἀντιῤῥήσεις, δόξης μὲν τῶν μοναρχίαν πρεσβευόντων ὑπάρχοντα· μέγα δὲ ἐπὶ σοφίᾳ τῇ θύραθεν κεκτημένον τὸ φρόνημα, καὶ δεινῶς τὴν ὀφρῦν κατὰ τῶν ἱερῶν ἀνασπῶντα δογμάτων, καὶ τοῖς ἐκ τῆς οἰκείας τέχνης σοφίσμασίν τε καὶ πιθανότησιν τῆς ἁπλότητος τοῦ μυστηρίου τοῦ καθ’ ἡμᾶς κατακομψευόμενον. Ἤδη δὲ λοιπὸν ἐπ’ αὐτὴν χωρῶμεν τῷ λόγῳ τῆς χρήσεως τὴν ἐξέτασιν· ὡς ἂν δὲ εὐκρινὴς καὶ τρανεστέρα ἡ κατάληψις τῶν ἐξεταζομένων γένηται, μικρὸν τὸν λόγον ἀναλαβόντες, καὶ τῶν προειρημένων ἁψάμενοι, ἐκεῖθεν τὴν διάληψιν τοῦ συγγραφέως σαφῶς παραστήσωμεν, ἑκάστῳ κεφαλαίῳ τῶν παρὰ τοῦ Ἕλληνος προεγκειμένων ἀκόλουθον καὶ τὴν τούτου ἀπάντησιν ἢ ἀντίῤῥησιν παρατιθέμενοι. Οὑτωσὶ γὰρ τὸ πρὸ τῆς χρήσεως προκείμενον ἔχει κεφάλαιον. ÷ Τὸν μέν τοι περὶ τῆς μοναρχίας τῶν σεβομένων θεῶν διαῤῥήδην ζητήσομεν· ὡς οὐκ οἶσθα οὐδὲ τῆς μοναρχίας τὸν λόγον ἀφηγήσασθαι· μονάρχης γάρ ἐστιν οὐχ ὁ μόνος ὢν, ἀλλὰ μόνος ἄρχων.