Πίναξ σὺν Θεῷ τῆς παρούσης πυκτίδος.
Τόμος πρῶτος.
Ἐν τῷ πρώτῳ τόμῳ τὸ προοίμιον. εἶτα περὶ Ἀδὰμ καί τινων ἀρχαίων ἀνδρῶν εὑρόντων τὰς εἰκόνας. περὶ τῶν Ἑλληνικῶν μυστηρίων. περὶ Πυθαγόρου καὶ Πλάτωνος καὶ ἑτέρων φιλοσόφων καὶ τῶν δοξῶν αὐτῶν. περὶ τῶν τεσσάρων στοιχείων. περὶ οὐρανοῦ καὶ γῆς, τοῦ ζωδιακοῦ κύκλου τῶν ἀπλανῶν καὶ πλανητῶν ἀστέρων. περὶ κομητῶν, ἴριδος, πάχνης, τῶν παρηλίων, τῶν σεισμῶν, τῶν ἀνέμων καὶ τῶν πρηστήρων. καὶ ἔκτοτε περὶ Ἰουδαϊσμοῦ· περὶ τῶν χρυσῶν δαμάλεων τοῦ Ἱεροβοάμ· περὶ Σαμαρειτῶν· περὶ Ἐσσηνῶν καὶ ἄλλων τινῶν αἱρεσιαρχῶν. περὶ Σαδουκαίων, Γραμματέων, Φαρισσαίων, Ἡμεροβαπτιστῶν καὶ Ἡρωδιανῶν.