Ἔργον
Νικόλαος Καβάσιλας – Εἰς τὸ πάθος τοῦ σωτῆρος (Νόθος)
Εισαγωγή στο σωτήριο πάθος
Προοίμιο της ομιλίας με αναφορά στην άπειρη φιλανθρωπία του Θεού και μετάβαση στην αφήγηση των γεγονότων του πάθους.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Εισαγωγή στο σωτήριο πάθος
Προοίμιο της ομιλίας με αναφορά στην άπειρη φιλανθρωπία του Θεού και μετάβαση στην αφήγηση των γεγονότων του πάθους.
Εἰς τὸ σωτήριον πάθος Τὸ σφόδρα φιλομαθὲς καὶ φιλέορτον, ὦ παρόντες, ἐκ παντὸς τρόπου τῆς ὑμετέρας γνώμης εἰδότες καλῶς τό τε φιλήκοον καὶ φιλόθεον καὶ τὴν περὶ τὰ καλὰ σπουδήν τε καὶ προθυμίαν ὑμῶν, καὶ ἅμα τῆς παρούσης ἡμέρας προτρεπούσης λέγειν ἡμᾶς, δίκαιον ᾠήθημεν καὶ προσῆκον εἰς δύναμιν τὴν ἡμετέραν χαρίσασθαι τῷ τε καιρῷ καὶ ταῖς ὑμετέραις ἐπιθυμίαις καὶ βραχέα τινὰ διαλεχθῆναι περὶ τῆς ἡμέρας ταύτης, ἐν ᾗ τὰ σεπτὰ πάθη δι’ ἡμᾶς ὁ δεσπότης ὑπέστη καὶ σταυρὸν καὶ θάνατον καὶ ταφὴν διὰ τὴν ἡμῶν ὑπέμεινε σωτηρίαν. Ταῦτα γὰρ οὐ μόνον ἐν ταῖς παρούσαις ἡμέραις, ἀλλὰ καὶ ἀεὶ μελετᾶν δεῖ καὶ τρυφὴν καὶ ὕλην ποιεῖσθαι τῶν λόγων καὶ λογισμῶν, ἐννοοῦντας τὴν ἄμετρον τοῦ Θεοῦ κηδεμονίαν περὶ τὸ γένος, τὴν ἄφατον φιλανθρωπίαν, τὴν ἄπειρον ἀγαθότητα, τὴν ἀνυπέρβλητον ἀγάπην, ἣν περὶ ἡμᾶς ἐπεδείξατο.
Ὑφ’ ἧς ἀεὶ κινούμενος, οὐ μόνον «ἐταπείνωσεν ἑαυτὸν μέχρι καὶ δούλου μορφῆς», καὶ Θεὸς ὤν, ἄνθρωπος γέγονε δι’ ἡμᾶς καὶ τὴν ἡμῶν πτωχείαν ἐπτώχευσεν, ἀλλὰ καὶ παθεῖν ὑπὲρ ἡμῶν κατεδέξατο καὶ θάνατον ἄτιμον ὑπέμεινε καὶ σταυρόν, ἵνα καὶ θανάτου καὶ φθορᾶς καὶ ἁμαρτίας ἐλευθερώσῃ τὴν φύσιν καὶ τὸν ἡμῶν ἐπιζήσαντα καὶ πρὸς βάραθρον ἀπωλείας συναρπάσαντα τύραννον ἐχθρὸν δελεάσῃ καὶ «δήσῃ τὸν ἰσχυρὸν καὶ τὰ σκεύη τοῦ θανάτου διαρπάσῃ» καὶ λάβῃ τὰς ἀπ’ αἰῶνος ἐν ᾅδου κατεχομένας ψυχὰς καὶ πρὸς τὴν ἀρχαίαν ἐλευθερίαν τε καὶ ἀξίαν ἐπαναγάγῃ διὰ σπλάγχνα ἐλέους. Οὐκοῦν, ἐπειδὴ τοῦτ’ οὕτω δοκεῖ, καὶ ἡμεῖς χρέος ὀφειλόμενον ἐκτιννύντες τῷ τε καιρῷ καὶ ὑμῖν ἀναγκαίως πρὸς τοῦτο ἠπείχθημεν, φέρε λοιπὸν τῷ δι’ ἡμᾶς παθόντι καὶ σταυρωθέντι θαρρήσαντες, τῶν ἀρτίως ἡμῖν ἀναγνωσθέντων εὐαγγελικῶν ῥημάτων ἀκούσαντες καὶ ἀναπτύξωμεν αὐτῶν τὴν διάνοιαν, ἵνα καὶ τὴν ἄφατον τοῦ Θεοῦ καταμάθωμεν φιλανθρωπίαν καὶ τῶν Ἰουδαίων ἴδωμεν τὴν ἀχάριστον γνώμην, τὴν λυσσώδη μανίαν, τὴν ἀναίσχυντον τόλμαν. «Πρωΐας δέ» φησι «γενομένης συμβούλιον ἔλαβον οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν».
著作
文本
在新窗口中打开相关段落。