Καὶ ἦν ἱερεὺς τοῦ Θεοῦ, συστήσας ἑαυτῷ τοῖς ἤθεσι τὴν ἐπωνυμίαν.
Παρθένος ἦν τὴν ψυχήν, παρθένος τὸ σῶμα, δίκαιος, μέτρια φρονῶν, οὐ τύφῳ δουλεύων, πρᾷος, φιλάνθρωπος, πολλοῖς λύων χρήμασι συμφοράς.
Τί τὸ ἐντεῦθεν; Ἔδει τοῖς τρόποις μείζονος σχήματος. Κοινωφελὲς γὰρ ἀγαθὸν ἐκεῖνος καὶ τῇ τοῦ κοινοῦ πολιτείᾳ πάνυ προσήκων καὶ οὔτε αὐτὸς ἀφ’ ἑαυτοῦ οὔτε ἑτέρου τῶν ἀνθρώπων ἔλαβε τὴν ἀρχήν, ἀλλ’ αὐτὸς παρελθεῖν αὐτὸν παρεσκεύασεν ὁ Θεός, ὥσπερ εἰκὸς τὸν ἑταῖρον τὸν ἑαυτοῦ. Ἔδει μὲν γὰρ τοῖς Μυρεῦσι ποιμένος, τοῦ παρόντος οἰχομένου, ἐζήτει δὲ παρὰ Θεοῦ τὴν ψῆφον ἡ πόλις καὶ ἠξίου τῆς ἀρχῆς τὴν χειροτονίαν ἐκεῖθεν ἥκειν, ὡς μόνην ταύτην οὖσαν ἀσφαλῆ περὶ τοῦ πράγματος γνώμην. Καὶ ἦσαν ἐν εὐχαῖς, παννυχίζοντες, θεοκλητοῦντες, δακρύοντες, πάντα ποιοῦντες, πολλὴν εἰσφέροντες ὑπὲρ τοῦ πράγματος τὴν σπουδήν· καὶ οἱ μὲν ἱκέτευον ὁ δὲ ἐπένευε.