Οὐ μὴν ἀλλ’ οὐδ’ ὁ θάνατος ἐποίησε αὐτῷ τὴν φιλανθρωπίαν ἐλάττω, οὐδ’ ἐκίνησε Νικολάῳ τὴν γνώμην ἡ τοῦ βίου μεταβολή, ἀλλὰ τὸν μὲν βίον καταλύει μάλα ὡραῖος, ἵνα κἀν τούτῳ τὸν φιλάνθρωπον ὑποφήνῃ, πολὺν τοῖς ἀνθρώποις συγγενόμενος χρόνον, τὴν δὲ περὶ ἡμᾶς προθυμίαν καὶ τὴν εὔνοιαν οὐδαμῶς. Ἀλλὰ συνεύχεται μὲν τὰ βέλτιστα πᾶσι, συνέστη δὲ ἕτερον τρόπον, εὐεργετεῖ δὲ καὶ αὖθις οὐδὲν ἧττον φθάνων τὰς εὐχὰς τῶν εὖ παθεῖν δεομένων. Καὶ οὕτω θαυμαστὴν δόξαν περὶ αὐτοῦ τοὺς ἀνθρώπους παρεσκεύασεν ἔχειν, ὥστε καὶ ἐπῆλθέ τισι πολλάκις τοιαῦτα Νικολάου δεηθῆναι θαρρῆσαι, ἅπερ οὔτε ἡ φύσις ἔδωκεν οὔτε συνεχώρησε προσδοκᾶν. Καί τις ἐν πλῷ, πάσης μηχανῆς ἀνθρωπίνης κρείττονι χρησάμενος συμφορᾷ, τοῦ πλοίου τε ἐκπεσών, τῶν κυμάτων ὑπὲρ κεφαλὴν ὄντως τοῦ πνεύματος τὴν ναῦν τε ἐλαύνοντος καὶ τοὺς ἐπιβάτας λαβεῖν αἴσθησιν τοῦ πράγματος οὐκ ἐῶντος, τῇ βίᾳ ταῖς ὀθόναις προσπίπτειν, οὐκ ἔχων ᾧ πιστεύσει τὴν σωτηρίαν, Νικολάου τε ἐμνήσθη καὶ ἐδεήθη βοηθεῖν. Καὶ ἅμα τοὔνομα ἐπὶ τοῦ στόματος ἔχων, ἐπάτει τὴν ἤπειρον οὕτως ἀθρόον, ὥσπερ κινηθέντων τῇ θαλάττῃ τῶν ὅρων ἢ γῆς ἀπὸ τοῦ πελάγους ἀποδοθείσης. Οὕτως ἐκεῖνος φιλάνθρωπος ἦν, ὥστε ὃν Παύλου λόγος ποιμένα ἀνθρώπων γράφει μὴ ψευδόμενον τὴν ἐπωνυμίαν ἐκεῖνον εἶναι.