Ἔργον
Νικόλαος Καβάσιλας – Περὶ ἀληθείας κατὰ Πυρρωνείων
Αναίρεση του πρώτου επιχειρήματος του Πύρρωνος περί διαφωνίας
Ελέγχεται ως ψευδής η μείζων πρόταση του Πύρρωνος, σύμφωνα με την οποία το αντικείμενο της αμφισβήτησης παύει να υφίσταται.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Αναίρεση του πρώτου επιχειρήματος του Πύρρωνος περί διαφωνίας
Ελέγχεται ως ψευδής η μείζων πρόταση του Πύρρωνος, σύμφωνα με την οποία το αντικείμενο της αμφισβήτησης παύει να υφίσταται.
Ὅτι μὲν οὖν ἔστι κριτήριον ἀληθείας, φανερόν ἐστιν. Ὅθεν δὲ παραλογίζεται Πύρρων, φανερόν· ἔστι γὰρ ἡ μείζων αὐτῷ ψευδής. Τὸ μὲν οὖν πρῶτον αὐτῷ ἐπιχείρημα ἀπὸ τῆς διαφωνίας εἴληπται τῶν φιλοσόφων, οὕτω προάγοντι· “περὶ τοῦ κριτηρίου ἀμφιβάλλεται· περὶ οὗ ἀμφιβάλλεται, τοῦτο οὐκ ἔστι· τὸ κριτήριον ἄρα οὐκ ἔστιν”.
Ἐπεὶ τοίνυν ἡ ἀμφιβολία ὁμοίως τίθησιν ἐνδέχεσθαι εἶναι καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν, ἀμφιβάλλεται ἄρα καὶ τὸ “οὐκ ἔστι”. Περὶ γὰρ τῆς ἀποφάσεως ἀμφιβάλλεται· περὶ ἧς ἀμφιβάλλεται, οὐκ ἔστιν· ἀπόφασις ἄρα οὐκ ἔστιν· ἡ κατάφασις ἄρα. Ἀλλὰ καὶ ὑπόκειται μὴ εἶναι.
Καὶ μὴν πόθεν ἔσται δῆλον ὅτι, περὶ ὧν ἀμφιβάλλεται τισί, μηδὲ γνῶσιν τούτων εἶναι; Πότερον διὰ τὸ πάντα περὶ ὧν ἀμφιβάλλεται μηδὲ γνῶσιν τούτων εἶναι ἢ διὰ τὸ τινά; Εἰ μὲν οὖν διὰ τὸ τινά, πῶς ἀξιώσειεν ἐπὶ τούτων εὐθὺς εἶναι; Οὐ γὰρ ἀνάγκη, εἰ τινῶν, ὧν ἐστιν ἀμφιβολία, οὐδὲ γνῶσις ἐστίν, ἤδη καὶ ἐπὶ τοῦ κριτηρίου τοῦτο λαβεῖν.
Εἰ δὲ πάντα, τοῦτο δὲ ψεῦδος καὶ ἐξ ὧν αὐτὸς ὑποτίθεται. Ἐπεὶ γὰρ οἱ μὲν διαβεβαιοῦνται περὶ τοῦ κριτηρίου, ὅτι ἔστιν, οἱ δὲ ἀμφιβάλλουσι, καὶ οἱ μὲν οἴονται ἀμφίβολον εἶναι τοῦτο, οἱ δὲ βέβαιον, ἀμφιβάλλεται ἄρα περὶ τοῦ εἰ ἔστιν ἀμφίβολον· οὐκ ἄρα ἴστε, ὅτι ἔστιν ἀμφίβολον· ὅπερ οὐχ ὑπόκειται. Εἰδέναι γὰρ διαβεβαιοῦσθε, ὅτι ἀμφίβολον ἐστὶν εἶναι κριτήριον ἀληθείας. Τοῦτο μὲν οὖν παρὰ τὴν μείζω ψεῦδος συνάγων οὕτω προάγει.
著作
文本
在新窗口中打开相关段落。