阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Νικόλαος Καβάσιλας – Περὶ ἀληθείας κατὰ Πυρρωνείων

Νικόλαος Καβάσιλας

Αναίρεση του δεύτερου επιχειρήματος περί της εις άπειρον αναγωγής

Απορρίπτεται ως παραλογισμός ο συλλογισμός ότι η ύπαρξη κριτηρίου απαιτεί έτερο κριτήριο επ' άπειρον ή ότι καταλήγει σε διάλληλο τρόπο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 4

Δεύτερον δὲ καὶ αὐτὸ παρὰ τὴν μείζω παραλογισμὸς ὄν· “ἐπεὶ γὰρ κριτήριον ἔστι, δεῖ δὲ τοῦ κριτηρίου ἄλλο εἶναι κριτήριον, τοῦδε ἄρα τοῦ κριτηρίου ἔσται κριτήριον, καὶ τοῦτο ἐπ’ ἄπειρον”. Ἐπεὶ τοίνυν ἀληθὲς ἐδείχθη κριτήριον εἶναι, οὐκ ἔστιν ἄρα παρὰ τὴν ἐλάττω τὸ ψεῦδος. Εἰ δὲ ἢ παρὰ ταύτην ἢ παρὰ τὴν μείζω, παρὰ τὴν μείζω ἄρα.

Ἔτι· εἰ τὴν ἐλάττω περιέλῃς τοῦ συλλογισμοῦ, οὐδὲν ἧττον συναχθήσεται τὸ ἀδύνατον. Εἰ γὰρ τοῦ κριτηρίου ἀεὶ δεῖ ζητεῖν κριτήριον, τοῦτο δὲ ἔστι τὸ ἄπειρον ἐνεργείᾳ γενέσθαι, δεῖ ἄρα τὸ ἄπειρον ἐνεργείᾳ γενέσθαι, ὅπερ ἀδύνατον. Ψευδὴς ἄρα ἡ μείζων πρότασις.

Οὕτω μὲν οὖν, εἴτε εἰς <τὸν> ἄπειρον εἴτε εἰς τὸν διάλληλον ὁ λόγος ἐμπίπτει τρόπον, παρὰ τὴν μείζω γίνεται πρότασιν. Οὕτω μὲν οὖν καθόλου τὸ κριτήριον δοκεῖ ἀναιρεῖν. Κατὰ μέρος δέ, τό τε “ὑφ’ οὗ” καὶ τὸ “καθ’ ὃ” καὶ τὸ “δι’ οὗ” μὴ εἶναι ἀποδεικνύων.