Ἔργον
Νεῖλος Καβάσιλας – Λόγος σύντομος
Ανασκευή των ακινδυνιανών αντιλήψεων περί της θείας ενεργείας
Αντίκρουση της επιχειρηματολογίας των Ακινδυνιανών και απόδειξη ότι η πατερική διάκριση δεν καθιστά τη θεία ενέργεια κτιστή.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Ανασκευή των ακινδυνιανών αντιλήψεων περί της θείας ενεργείας
Αντίκρουση της επιχειρηματολογίας των Ακινδυνιανών και απόδειξη ότι η πατερική διάκριση δεν καθιστά τη θεία ενέργεια κτιστή.
Εἰ γὰρ ὁ θεὸν εἰπὼν οὐδὲν ἀφῆκεν ἔξω τῶν τῷ θεῷ προσόντων, οὔτε οὐσίαν, οὔτε ὑπόστασιν, οὔτε φυσικὴν καὶ οὐσιώδη ἐνέργειαν, ἀλλὰ διὰ τῆς μιᾶς ταύτης φωνῆς πάντα ἔχει περιλαβών, οὐ κατ’ ἐκείνων μᾶλλον, ἀλλ’ ὑπὲρ ἐκείνων ὁ λόγος. Οὐ μὴν ἀλλ’ εἰ μὲν ἄλλων ἦν ἡ φωνή· «πλὴν τῆς θείας φύσεως ἄκτιστον οὐδέν», ἡμέτερον δὲ καὶ οὐκ ἐκείνων τὸ δόγμα, τήν τε προειρημένην διάκρισιν εἰσάγειν καὶ τὸ ἄκτιστον τῆς ἐνεργείας, εἶχεν ἄν τινα λόγον αὐτοῖς ἡ πρόφασις, μή ποτε «θείαν φύσιν», ἐνταῦθα, οὐ τὸν θεὸν αὐτόν φησιν. ἀλλὰ τὴν κοινὴν οὐσίαν τῶν τριῶν ὑποστάσεων. Εἰ δὲ παντὸς μᾶλλον ὁ τοῦτο λέγων καὶ τὴν διάκρισιν οἶδε καὶ τὸ ἄκτιστον τῆς ἐνεργείας παρέστησεν, οὐ ζητήσομεν μᾶλλον ὅπως ἑαυτοῖς συμφώνους τοὺς θεολόγους δείξομεν, ἀλλ’ ὧν οὐδ’ ἄν τις τῶν φαύλων ἠνέσχετο, τούτων ἐκείνους κληρονόμους ἀποφανοῦμεν, καὶ τοὺς μακαρίους πατέρας διπλᾶ κρούειν, καὶ πρὸς ἑαυτοὺς διαφωνεῖν, καὶ μηδὲ ἑαυτοῖς πιστεύειν ἔχειν ὑπ’ ἀπορίας ἐροῦμεν; [δʹ]. Εἰ δὲ πολλάκις τὰ αὐτὰ λέγοιεν. ὡς «ἓν τὸ ἄκτιστον ἡ θεία φύσις», φύσιν, ἐνταῦθα, τὴν κοινὴν τῆς μακαρίας τριάδος ὑποτιθέμενοι ὕπαρξιν, μετὰ τίνων τὰς ὑποστάσεις εἰσάγουσιν; ἀκτίστους ταύτας φασίν, ἢ μετὰ τῶν κτισμάτων τάττουσιν;
Εἰ γὰρ κτιστήν φασι τὴν ἐνέργειαν διότι ἄλλο παρὰ τὴν φύσιν, ταύτην μόνον οὖσαν τὸ ἄκτιστον, πρόδηλον διὰ τῶν αὐτῶν τούτων ὡς ἡ βλασφημία καὶ διὰ τῶν θείων ἀφίξεται ὑποστάσεων. Εἰ γὰρ ὑπόστασις καὶ οὐσία οὐ ταὐτὸν παρὰ τοῖς θεολόγοις ἐπὶ θεοῦ, μόνη δὲ ἡ θεία φύσις ἄκτιστος, κτιστὴ πάντως ἂν εἴη ἡ θεία ὑπόστασις. Οἷς τοίνυν τὴν θείαν ἐνέργειαν μετὰ τῶν κτισμάτων τάττουσι, τούτοις ἁλίσκονται καὶ τὴν θείαν ὑπόστασιν κτίσμα ποιοῦντες.
Καὶ ἔστι κατ’ αὐτοὺς ὁ θεὸς κτιστὸς καὶ ἄκτιστος· τὸ μὲν διὰ τὴν θείαν οὐσίαν, κτιστὸς δὲ κατὰ τὰς ὑποστάσεις· οὗ τί ἂν εἴη τερατωδέστερον; Καὶ ὁ μὲν Ἄρειος κτίσμα λέγων τὸν υἱὸν καὶ τὸ πνεῦμα, τῆς κατὰ τοῦ πατρὸς βλασφημίας ἀπέσχετο, τό γε εἰς αὐτὸν φανερῶς πολεμεῖν· οὗτοι δὲ τὴν θείαν ὑπόστασιν ἁπλῶς κτίσμα λέγοντες, δι’ ὧν ἀξιοῦσι, καὶ τὴν πατρικὴν ὑπόστασιν ἀτιμάζουσιν. Ὥσπερ οὖν οὐ ταὐτὸν οὐσία καὶ ὑπόστασις παρὰ τοῖς θεολόγοις, καὶ ἀμφότερα ἄκτιστα, καὶ οὐδαμῶς τῷ λόγῳ προσίσταται ἓν τὸ ἄκτιστον εἶναι τὴν θείαν φύσιν, οὕτω καὶ τῆς διαφορᾶς σῳζομένης τῆς θείας οὐσίας πρὸς τὴν θείαν ἐνέργειαν, ἄκτιστον καὶ αὐτὴν οὖσαν, οὐ πρὸς διαφωνίαν φέρει τὸ ἓν εἶναι τὸ ἄκτιστον, τὴν θείαν φύσιν· οἷς γὰρ σὺ λόγοις ἐκφεύξῃ τὸ δοκοῦν ἄτοπον, τούτοις ἡμᾶς τὴν τοιαύτην θεραπεύσομεν νόσον. [εʹ]. Ὅτι δὲ ἡ θεία φύσις—λέγω δὴ τὴν κοινὴν οὐσίαν τῶν τριῶν ὑποστάσεων—οὐ ταὐτὸν πάντη πρός τε τὴν θείαν ὑπόστασιν καὶ πρὸς τὴν φυσικὴν αὐτῆς καὶ οὐσιώδη ἐνέργειαν, καὶ ὅτι ταῦτα πρὸς ἄλληλα διαφέρουσι, διὰ βραχέων ἐροῦμεν.
著作
文本
在新窗口中打开相关段落。