Ἔτι, ἑκάστη μὲν ὑπόστασις ὑφέστηκε καθ’ ἑαυτήν, ἡ δὲ θεία ἐνέργεια οὐ καθ’ ἑαυτὴν ὑφέστηκεν.
Ἔτι, μεθεκτὴ μὲν ἡ θεία ἐνέργεια, ἀμέθεκτος δὲ ἡ θεία ὑπόστασις.
Καὶ ὁ μέγας δὲ Ἀθανάσιος ῥητῶς οὕτω λέγει· «Ὥσπερ ἡ ἐξουσία καὶ ἡ βασιλεία καὶ τὰ ἄλλα πάντα, ἃ κατὰ θεολογίαν προτέθειται, οὐχ ὑπόστασις ἕκαστον λέγεται, ἀλλὰ περὶ τὴν ὑπόστασιν κατ’ οὐσίαν ἴδια διερμηνευόμενα, οὕτω καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια περὶ τὴν ὑπόστασιν ἀναφέρεται». [θʹ]. Ὅτι δὲ καὶ ἄκτιστον οὐ κατὰ τὴν οὐσίαν μόνην τὸ θεῖον, ἀλλὰ καὶ κατὰ τὰς ὑποστάσεις καὶ κατὰ τὰς οὐσιώδεις καὶ φυσικὰς ἐνεργείας, περὶ μὲν τῆς οὐσίας οὐδ’ ἔστι λέγειν, καὶ παρὰ τοῖς ἐναντίοις ὁμολογουμένου τοῦ δόγματος.