Ἀλλὰ καὶ κατὰ τὰς ὑποστάσεις τὸ θεῖον ἄκτιστον. Ψάλλομεν γὰρ ἐπ’ ἐκκλησίας· «Τρία ἄκτιστα ὑμνῶ».
Ἀλλὰ καὶ κατὰ τὴν θείαν ἐνέργειαν τὸ θεῖον ἄκτιστον· μαρτύριον ἱκανὸν τῷ λόγῳ τῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων, ἥτε πέμπτη καὶ ἕκτη ἄκτιστον κηρύττουσα τὴν θείαν ἐνέργειαν. Τοῦ γὰρ Ὠριγένους λέγοντος «συναΐδια τῷ δημιουργῷ τὰ κτίσματα», καὶ τὴν αἰτίαν δῆθεν προστεθέντος, «ἵνα μὴ τροπὴν ὑπομείνῃ θεός, ἀπὸ τοῦ μὴ κτίζειν ἐλθὼν εἰς τὸ κτίζειν», ἡ κατ’ αὐτοῦ τοῦ Ὠριγένους συστᾶσα ἁγία καὶ οἰκουμενικὴ πέμπτη σύνοδος λέγει· «Ἀπὸ τοῦ μὴ κτίζειν ἐλθὼν ὁ θεὸς εἰς τὸ κτίζειν, οὐκ ἐτράπη κατὰ τὴν φύσιν, ἀλλὰ κατὰ τὴν δύναμιν· μᾶλλον δέ, οὐδὲ κατὰ τὴν δύναμιν, εἶχε μὲν γὰρ ἀεὶ τὴν τοῦ κτίζειν δύναμιν, ἐνήργησε δὲ τὴν τοιαύτην δύναμιν ὅτε ἐβουλήθη ὁ θεός».