ΟΜΙΛΙΑ Ζ.
Ὥσπερ ἐάν τις εἰσέλθῃ εἰς οἴκους βασιλικοὺς καὶ ἴδῃ τὰς ἐκεῖ ἱστορίας καὶ τὰ κάλλη, ἀλλαχοῦ θησαυροὺς ἀποκειμένους, καὶ ἀνακλιθῇ μετὰ τοῦ βασιλέως καὶ παρατεθῇ αὐτῷ ἐδέσματα καὶ πόματα ἡδύτατα καὶ ἀναπαῇ παντοίως εἰς τὰς θεωρίας καὶ τὰ κάλλη, μετὰ ταῦτα δὲ ἀποσπασθῇ ἐκεῖθεν καὶ εὑρεθῇ εἰς δυσώδεις τόπους ἀπαχθείς· ἢ ὥσπερ ἐὰν ᾖ τις ὡραία κόρη καὶ σοφωτέρα καὶ πλουσιωτέρα ὑπὲρ πάσας, λάβῃ δὲ ἄνδρα πενιχρόν, ταπεινόν, δυσειδῆ, ἐνδεδυμένον ῥάκη καὶ ἀποδύσῃ αὐτὸν τὰ ῥυπαρὰ ἐνδύματα καὶ ἐνδύσῃ βασιλικὴν ἐσθῆτα καὶ ἐπιθῇ αὐτῷ διάδημα καὶ γένηται αὐτῷ κοινωνική, λοιπὸν ἄρχεται ὁ πτωχὸς ἐκεῖνος πτοεῖσθαι καὶ λέγειν· “ἐμοὶ τῷ ταλαιπώρῳ καὶ πτωχῷ καὶ μετρίῳ καὶ ταπεινῷ τοιαύτη κοινωνικὴ ἐδόθη;„ —οὕτως καὶ ὁ θεὸς τῷ ταλαιπώρῳ καὶ ταπεινῷ ἀνθρώπῳ ἐποίησεν. ἔγευσεν αὐτὸν ἄλλου αἰῶνος, ἄλλης τροφῆς ἡδυτάτης, ἔδειξεν αὐτῷ δόξας καὶ κάλλη βασιλικά, ἄρρητα, ἐπουράνια, καὶ λοιπὸν συγκρίνων ἐκεῖνα τὰ πνευματικὰ τοῖς τοῦ αἰῶνος τούτου πάντα ἀποβάλλει, εἴτε βασιλέα βλέπει εἴτε δυνάστας εἴτε σοφούς, θησαυρὸν τὸν οὐράνιον ἀποβλέπων.