Ἐὰν δὲ ἴδῃς τινὰ ἐπηρμένον καὶ τετυφωμένον ὡς μέτοχον ὄντα χάριτος, οὗτος ἐὰν καὶ σημεῖα ποιήσῃ καὶ νεκροὺς ἐγείρῃ, μὴ ἔχῃ δὲ τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενωμένην καὶ ᾖ πτωχὸς τῷ πνεύματι καὶ βδελυκτός, κλέπτεται ὑπὸ τῆς κακίας καὶ οὐκ οἶδε, καὶ εἰ ποιεῖ σημεῖα, οὐκ ἔστιν αὐτῷ πιστεῦσαι· τὸ γὰρ σημεῖον τοῦ Χριστιανισμοῦ τοῦτό ἐστι, τὸ ὄντα τινὰ δόκιμον τοῦ θεοῦ σπουδάζειν λανθάνειν ἀνθρώπους· καὶ εἰ ἔχει ὅλους τοὺς θησαυροὺς τοῦ βασιλέως, κρύπτειν αὐτοὺς καὶ πάντοτε λέγειν ὅτι “οὐκ ἔστιν ἐμόν, ἄλλος μοι παρέθετο τὸν θησαυρὸν τοῦτον, ἐγὼ γὰρ πτωχός εἰμι, καὶ ὅτε θέλει, λαμβάνει αὐτὸν ἀπ᾽ ἐμοῦ„. εἰ δέ τις λέγει· “πλούσιός εἰμι, ἀρκεῖ, ἐκτησάμην, οὐκέτι χρῄζω„, ὁ τοιοῦτος οὐκ ἔστι Χριστιανός, ἀλλὰ σκεῦός ἐστι τῆς πλάνης καὶ τοῦ διαβόλου. ἡ γὰρ ἀπόλαυσις τοῦ θεοῦ ἀκόρεστός ἐστι, καὶ ὅσον αὐτοῦ γεύεταί τις καὶ ἐσθίει, τοσοῦτον ἔκπεινος γίγνεται. καὶ τὴν καῦσιν καὶ τὸν ἔρωτα πρὸς τὸν θεὸν ἔχουσιν ἀκατάσχετον οἱ τοιοῦτοι· καὶ ὅσῳ σπουδάζουσι προκόπτειν καὶ ἐπιπορίζειν, τοσοῦτον ἑαυτοὺς ἡγοῦνται πτωχούς, ὡς ἐνδεεῖς καὶ μηδὲν κεκτημένους. τοῦτο γὰρ λέγουσιν ὅτι “οὔκ εἰμι ἄξιος, ἵνα οὗτος ὁ ἥλιος ἐπιλάμψῃ μοι„. τοῦτό ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, αὕτη ἡ ταπείνωσις. εἰ δέ τις λέγει ὅτι “ἀρκοῦμαι καὶ πεπλήρωμαι„, οὗτος πλάνος ἐστὶ καὶ ψεύστης.