Περὶ μετανοίας, καὶ τίνα εἰσὶν ἃ ὀφειλεῖ ποιεῖν ὁ ἄρτι ἐξομολογούμενος.
Οὔτε πρὸς τὸ πλῆθος τῶν ἁμαρτημάτων ἀπαγορεύειν ποτὲ χρή, οὔτε τῇ τῶν ἐπιτιμιῶν θαρρεῖν παραφυλακῇ, πνευματικὲ ἀδελφέ, παρὰ τῶν θείων γραφῶν ἐδιδάχθημεν, ὥστε οὔτε θαρρεῖν τὸν ἑστῶτα δεῖ οὔτε ἀπογινώσκειν τὸν πεπτωκότα· ἀλλὰ καὶ τὸν πολλὰ ἡμαρτηκότα τῇ μετανοίᾳ θαρρεῖν, καὶ τὸν μετρίως πεπλημμεληκότα μὴ ἐξ ἔργων μόνον τὴν ἄφεσιν τῶν ἐσφαλμένων λαμβάνειν οἴεσθαι, ἀλλὰ μετάνοιαν καὶ μεταμέλειαν ἐνδείκνυσθαι, οὐ τὴν ἀπὸ τῶν ῥημάτων ἢ δι’ ἀποχῆς βρωμάτων καὶ ὑδροποσίας καὶ χαμευνίας καὶ τῶν τοιούτων ἐνδεικνυμένην, ἀλλὰ τὴν ἐν διαθέσει ψυχῆς γινομένην, ἣν καὶ ὁ μακάριος Δαυὶδ ἐν μέσῳ τοῦ κόσμου καὶ τῶν τοῦ βίου φροντίδων ἐπεδείξατο· μεμνημένος γὰρ ἀεὶ καὶ ἐν ἑαυτῷ λογιζόμενος οἷον ἀγαθὸν καὶ εὔσπλαγχνον δεσπότην παρώργισε, παραβάτης τῶν αὐτοῦ ἐντολῶν γεγονὼς καὶ τῶν πολλῶν καὶ ἀναριθμήτων αὐτοῦ δωρεῶν καὶ χαρίτων φανεὶς ἀμνήμων καὶ ἀχάριστος, «Πενθῶν», ὡς ἐκεῖνος αὐτὸς ἔγραψε, «καὶ σκυθρωπάζων ἀεὶ ἐπορεύετο, ἐκακώθη» τε οὐ παρ’ ἑτέρου ἀλλ’ αὐτὸς ἑαυτὸν συνέτριβε καὶ ἐταπεινοῦτο ἕως σφόδρα, «ὠρυόμενος ἀπὸ στεναγμοῦ τῆς καρδίας αὐτοῦ», καὶ ὅσα ἑξῆς οἱ ψαλμοὶ καθεκάστην ἡμῖν ἐπᾳδόμενοι ἐκδιδάσκουσι.
καὶ ταῦτα μὲν ἐκεῖνος, βασιλεὺς ὢν καὶ λαοῦ φροντίδα ἐγκεχειρισμένος, γυναικός τε καὶ τέκνων ἐπιμελούμενος καὶ οἴκου.