Ὁ γὰρ πόνος οὗτος ὅσον οὔπω πᾶσαν χαρὰν ἀποτίκτει καὶ ὁ δεσμὸς οὗτος πάντων ἁμαρτημάτων καὶ παθῶν τὰ δεσμὰ διαρρήσσει καὶ ὁ δήμιος οὗτος οὐχὶ θάνατον ἀλλὰ ζωὴν αἰώνιον προξενεῖ.
κʹ Ὃς ἂν μὴ θελήσῃ ἀποσκιρτῆσαι καὶ διεκφυγεῖν τὸν τικτόμενον πόνον ἀπὸ τοῦ φόβου τῆς αἰωνίου κολάσεως, ἀλλὰ προθέσει καρδίας ἀκολουθήσῃ αὐτῷ καὶ ἐπισφίγξῃ πλέον τὰ τούτου δεσμὰ ἑαυτῷ, ἀναλόγως συντομώτερον ὁδεύσει καὶ πρὸ προσώπου τοῦ βασιλέως τῶν βασιλευόντων παραστήσει αὐτόν. Τούτου δὲ γεγονότος, ἅμα τῷ θεάσασθαι αὐτὸν ἀμυδρῶς πως τὴν δόξαν αὐτοῦ, εὐθέως λυθήσονται μὲν τὰ δεσμά, ὁ δὲ δήμιος φόβος φεύξεται μακρὰν ἀπ’ αὐτοῦ καὶ ὁ ἐν τῇ καρδίᾳ αὐτοῦ πόνος τραπήσεται εἰς χαρὰν καὶ πηγὴ γενήσεται βρύουσα αἰσθητῶς μὲν δάκρυα ποταμηδὸν ἀενάως, νοητῶς δὲ γαλήνην, πραότητα καὶ ἄφραστον γλυκασμόν, ἔτι δὲ ἀνδρείαν καὶ τὸ πρὸς πᾶσαν ὑπακοὴν ἐλευθερίως καὶ ἀνεμποδίστως τρέχειν τῶν ἐντολῶν τοῦ Θεοῦ· ὃ τέως τοῖς εἰσαγωγικοῖς ἀδύνατον, τῶν δὲ πρὸς τὸ μέσον κατὰ προκοπὴν ἀνελθόντων καὶ ἴδιον, τοῖς δέ γε τελειουμένοις φῶς ἡ πηγὴ αὕτη, τῆς καρδίας αἴφνης ἀλλοιουμένης καὶ μεταβαλλομένης, γίνεται.