Ἔργον
Θεόδωρος ὁ Στουδίτης – Σχόλια εἰς τὰ ἀσκητικά
Η γνησιότητα των Ασκητικών και η αναίρεση των αμφισβητήσεων
Θεμελίωση της πατρότητας του έργου βάσει του ύφους και απάντηση σε όσους αμφισβητούν την αυθεντικότητά του.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Η γνησιότητα των Ασκητικών και η αναίρεση των αμφισβητήσεων
Θεμελίωση της πατρότητας του έργου βάσει του ύφους και απάντηση σε όσους αμφισβητούν την αυθεντικότητά του.
ΘΕΟΔΩΡΟΥ ΗΓΟΥΜΕΝΟΥ ΣΤΟΥΔΙΟΥ. αʹ. Ὅτι γνήσιον τοῦ μεγάλου Βασιλείου τὸ παρὸν σύνταγμα, δῆλον μὲν καὶ ἀπ’ αὐτοῦ τοῦ χαρακτῆρος τῆς ὑψηγορίας, τοῦ τε εἴδους τῆς φράσεως· δῆλον δὲ καὶ ἐκ τοῦ συνεμπίπτειν ταῖς τῶν ἄλλων ἀσκητικῶν ἐννοίαις τε καὶ λέξεσιν· ὡς μὴ δοκεῖν τι ἄλλο τῷ καὶ μικρὸν γοῦν ἐπεσκεμμένως ἀναγινώσκοντι, ἢ θάτερον ἐν θατέρῳ διέρχεσθαι. Ὅτι δὲ ἐκεῖνα τοῦ πατρός, τίς ἀντερήσει, ἢ ὃς τυφλώττοι κατὰ νοῦν ἐνεργούμενος τὴν κακίαν; Οἶμαι γάρ τινας δριμυττομένους τῷ ἀκριβασμῷ τῆς διδασκαλίας, προσλαβόντας τε ἐπίκουρον τῆς αὐθαδείας τὸ εἰπεῖν τινα τῶν ἱστοριογράφων παρά τισιν ἀμφιβάλλεσθαι ῥιψοκινδύνως νόθα αὐτὰ φάναι· οἱ δ’ αὐτοί μου δοκοῦσι καὶ τὴν πρὸς Ἑβραίους ἐπιστολήν, τήν τε Πέτρου δευτέραν, Ἰωάννου τε τὴν Ἀποκάλυψιν, ἑτέρας τε καθολικὰς πρὸς συγγράμμασί τισι πατρικοῖς, ἐπειδὴ ὁμοίως ἀμφιβάλλονται, ἀποβάλλεσθαι. Ἀλλ’ εἰ τὸ δεύτερον ἀσεβές, πῶς οὐχὶ καὶ τὸ πρότερον, ἤδη ἀποδεδεγμένων παρὰ τῇ Ἐκκλησίᾳ ἀμφοτέρων, καὶ οὐδαμῶς τοῦ ἀμφιβόλου χώραν ἔχοντός ἐστι. Εἰ δὲ τὸν Θεολόγον μὴ ὑπομνηματίσαι φήσωσιν, ἢ ἐπιπολαίως ἀνέγνων, ἢ συνιέντες κακουργοῦσι. Νομοθεσίαι γὰρ μοναστῶν ἡνίκα, φησίν, ἔγγραφοί τε καὶ ἄγραφοι, τί ἄλλο ἢ πάντως γε ταῦτα δηλοποιεῖται;
著作
文本
在新窗口中打开相关段落。