阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Σχόλια εἰς τὰ ἀσκητικά

Θεόδωρος ὁ Στουδίτης

Μαρτυρίες Πατέρων και η νομοθετική αυθεντία του Μεγάλου Βασιλείου

Επίκληση μαρτυριών από τον Γρηγόριο τον Θεολόγο και τον όσιο Θεοδόσιο περί της ιστορικής αποδοχής και χρήσης των Ασκητικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 3

Ἀπόδειξις δὲ καὶ ἐξ ἑτέρας θεωρίας· ὃ γὰρ λέγει Βασίλειος ἐν τοῖς Ἀσκητικοῖς, τὰ ἱερὰ γράμματα παρὰ τῶν γονέων μεμαθηκέναι, φησὶ Γρηγόριος, τὰ μὲν δὴ πρῶτα, παρὰ τῷ πατρὶ σπαργανοῦταί τε καὶ διαπλάττεται. Εὕροι δ’ ἄν τις καὶ τὸν ὅσιον Θεοδόσιον πρός τισιν ἄλλοις κεχρῆσθαι αὐτοῖς, ὡς δηλοῖ ὁ περὶ αὐτοῦ βίος. Πρὸς τίνα δ’ αὖ ἄρα ἔμελλον ἕτερον ἐπερωτᾷν τὰ καθ’ ἡμᾶς οἱ πάλαι ἐπερωτηκότες μονάζοντες; ἢ τίνος ἦν ἄλλου ἐν τηλικαύτῃ ἐξουσίᾳ νομοθετεῖν, καὶ ὅλην ὑπόθεσιν σωτηρίας τὴν περὶ αὐτὰ πραγματείαν συστήσασθαι; ὡς μηδ’ εἶναι ἄλλως σχεδὸν βαδίζειν ἀπταίστως τὴν κατὰ Θεὸν πορείαν, ἐκ τῆς κατ’ αὐτὴν ὑφήγησιν.