Λόγος εἰς τὸν αὐτοκράτορα κῦριν Ἀλέξιον τὸν Κομνηνόν
Ἀνάγει μέν μοι τὸν λόγον, ὦ αὐτοκράτορ, εἰς τὰ βασίλεια καὶ ὁ θεσμὸς τοῦ ἔθους ὁ τῷ ὄντι βασιλικώτατος, ὃς τοῖς ἑκάστοτε σοφισταῖς ἀναπετάννυσι τὰ ἀνάκτορα, πλὴν κἂν εἰ μὴ τοῦτ’ ἦν, αὐτοκέλευστος ἄν σοι τὴν εὐφημίαν προσήγαγον· λίαν γὰρ ἂν ἦν σκαιὸς τὴν γνώμην καὶ ἐπαρίστερος καὶ κάλλους ἔργων ἀνέραστος, εἰ σιγῇ παρεῖδον τὴν τῶν σῶν πρακτέων ὥραν, γλῶτταν ἔχων καὶ δυνάμενος φθέγγεσθαι. Μᾶλλον δὲ δυοῖν ἐνειχόμην ἐγκλήμασι· τὰς σάς τε χεῖρας ἠδίκουν, δι’ ἃς ἔχω τὸ ἐλεύθερα φθέγγεσθαι, καὶ τὴν αὐτὸς ἐμαυτοῦ φύσιν διέβαλλον ὡς ἀγαθοῖς τοσούτοις ἀνάλωτον καὶ μισόκαλον. Ὅτε τοίνυν ἐκ τοῦ λέγειν τοσαῦτα κερδαίνομεν τῷ τε δικαίῳ χώραν διδόντες καὶ τὴν πονηρὰν δόξαν ἀποπεμπόμενοι, πῶς οὐκ ἂν τὴν τῆς Τρῳάδος ἐκείνης εὐχὴν προσευξαίμεθα γενέσθαι φθόγγον ἡμῖν ἐν βραχίοσι καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει, ἵνα παρ’ ὅλων τῶν μελῶν ὁ τῆς εὐφημίας σοι προσάγοιτο ἔρανος, ἐπεὶ καὶ πᾶσιν αὐτοῖς τὴν ἐκ τῶν βαρβάρων ἄνεσιν δέδωκας.