Οὐδὲ τὸν Ἰακὼβ ἡ βεβηλότης τοῦ Ἠσαῦ ᾔσχυνεν, οὐδὲ τὸν Ἰωσὴφ ἡ τοῦ Ῥουβὶμ ἀθεσμομιξία, καὶ ταῦτα, φύντας ἐκ τῶν αὐτῶν σπερμάτων.
Σκοπῶ δὲ κἀκεῖνο καὶ ἴσως οὐ φαύλως. Εἰ σὺ πᾶσι τοῖς εὐνούχοις ἐπαφίεις τὴν γλῶτταν ὑβρίστριαν ὅτι τινὰς ἀνάγνους ἑώρακας, πολλῷ δικαιότερον ἂν αὐτὸς διὰ τὰ σκεύη τῆς ἁγνείας τὸν εὐνουχισμὸν εὐφημίσαιμι, ἄλλως θ’ ὅτε καὶ τῷ πλήθει νικῶ. Ἢ σφόδρα ἂν κατεξουσιάζοις τῶν Θεοῦ κρίσεων, εἰ σαυτῷ μὲν δίδως διὰ δέκα λάγνους ἢ πόρνους τῆς εὐνουχίας καταψηφίζεσθαι, ἡμῖν δὲ μὴ δίδως διὰ μυρίους ἁγνοὺς καὶ φιλάγνους ἀναλύειν τὰ σὰ ψηφίσματα καὶ τὴν τοῦ Μώμου γλῶτταν κατὰ μόνον τῶν ἁμαρτανόντων ἰθύνειν, τούτους κατὰ τὸ εἰωθὸς αὐτῇ κεντήσουσαν, ἀλλ’ οὐχὶ καὶ ἐπὶ τοὺς ἀνεπιλήπτους ἕλκειν, καὶ τούτους νύξασαν· ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, φησίν, αὐτὴ ἀποθανεῖται. Ἐγὼ μέν, οὐδ’ ἂν οἱ πλείους ὦσιν οἵους ὠνείδισας, οὐδ’ οὕτως ἐπιστρέφομαί σου τῶν ὕβρεων· οὐδὲ γὰρ οὔθ’ οἱ μόσχον ποιήσαντες πρὸς αἰσχύνην ἦσαν τοῖς Λευίταις οὖσι πρὸς Κύριον, οὔθ’ αἱ τῶν ἄλλων γογγυστῶν χιλιάδες τῷ Χαλὲβ καὶ τῷ Ἰησοῦ· ἀλλ’ οἱ μὲν ἐφάνησαν ὅπερ ἦσαν, Θεοῦ διάκονοι, οἱ δὲ μοσχολάτραι τὴν δίκην ἔδοσαν· καὶ τῶν μὲν ἔπεσε τὰ κῶλα ἐν τῇ ἐρήμῳ, Χαλὲβ δὲ καὶ Ἰησοῦς πρὸς τὴν ἐπιθυμουμένην διασῴζονται καὶ διασῴζουσι νέον λαὸν καὶ εὐγνώμονα.